Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tumoribus Praeter Naturam (On Abnormal Swellings)

Kühn 1824

Ὅταν δὲ ἐν τῷ χρόνῳ κρατήσῃ μὲν ἡ φύσις, πεφθῇ δὲ σύμπαν τὸ ῥεῦμα, καὶ γένηται πύον, ἐκτὸς ὠθεῖται τῆς σαρκὸς, ὑπὸ τῆς ἐν αὐτῇ δυνάμεως ἀποκριτικῆς τῶν ἀλλοτρίων. ἔνθα μὲν οὖν ἤτοι πόρος ἐστὶ φυσικὸς ἀξιόλογος, οἷον ὀχετός τις ἐκροῆς περιττωμάτων παρεσκευασμένος, ἢ αὐτὸ τὸ χωρίον ἐνταῦθα ἀραιὸν, τοῦ πύου τὸ μέν τι διαπνεῖται, τὸ δὲ αἰσθητῶς ἐκρεῖ· ἔνθα δὲ περίκειται τὸ δέρμα πυκνὸν καὶ σκληρὸν, οἷον τὸ ἔξωθεν ἡμῶν ἐστιν, ἴσχεται ἐνταῦθα τὸ πύον, ἀφίστησί τε τῆς ὑποκειμένης αὐτῷ σαρκὸς, εἶτα καὶ διαβιβρώσκει τῇ δριμύτητι καὶ διεξέρχεται πρὸς τοὐκτὸς, εἰ μή τις φθάσῃ σχάσας αὐτό. κρατηθείσης δὲ τῆς φύσεως ὑπὸ τοῦ ῥεύματος, οὐκέτι εἰς πύον, ἀλλ’ εἰς ἀλλόκοτόν τινα μεταβολὴν ἄλλοτε ἀλλοίαν ἀφικνεῖται τὸ αἷμα. καλεῖται δὲ κοινῇ μὲν σύμπαντα τὰ τοιαῦτα πρὸς τῶν πλείστων ἰατρῶν ἀποστήματα, καὶ μάλισθ’ ὅσα διὰ βάθους ἔνδον ἐστίν· ἔνιοι δὲ οὐχ ἅπαντα προσαγορεύειν οὕτω δικαιοῦσιν, ἀλλ’ ἐκεῖνα μόνον, ὅσα τὴν ἀλλοίωσιν εἰς διαφθορὰν ἑτέραν τινὰ, οὐκ εἰς τὸ συνηθές τε καὶ χρηστὸν ἴσχει πύον. ὡς τά γε

Work

Title: Galen: De Tumoribus Praeter Naturam
English: On Abnormal Swellings
Original: Περὶ τῶν παρὰ φύσιν ὄγκων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 705-732

Publisher: Cnobloch, Leipzig

Download