Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tumoribus Praeter Naturam (On Abnormal Swellings)

Kühn 1824

τῶν ἀγγείων, οἵ τε πόροι πάντες οἱ κατὰ τὸ δέρμα τῆς κατὰ φύσιν ἀποστερούμενοι διαπνοῆς, τὰ οὕτω κάμνοντα σώματα νεκροῦνται ῥᾳδίως. καὶ πρῶτον μὲν αὐτῶν ἀποσβέννυται τὸ τῆς χρόας εὐανθὲς, ὃ συνῆν ταῖς φλεγμοναῖς· ἔπειθ’ ἡ ὀδύνη καὶ ὁ σφυγμὸς οἴχονται, οὐ πεπαυμένης δή που τῆς διαθέσεως, ἀλλὰ τῆς αἰσθήσεως νενεκρωμένης. ἀχώριστος δὲ φλεγμονῆς μεγάλης ὁ σφυγμός. οὕτω δὲ ἐοίκασιν ὀνομάζειν οἱ παλαιοὶ τὴν αἰσθητὴν κίνησιν αὐτῷ τῷ κάμνοντι τῶν ἀρτηριῶν, εἴτε χωρὶς ὀδύνης, εἴτε καὶ σὺν ταύτῃ γίγνοιτο. διὸ καὶ προστιθέασί τινες ἐν τοῖς συμπτώμασι τῆς φλεγμονῆς τῷ σφυγμῷ τὸ σὺν ὀδύνῃ. ταυτὶ μὲν οὖν ἐν ὀνόματι τὴν ἀμφισβήτησιν ἔχει, κάλλιον δὲ ἐπίστασθαι τὴν γένεσιν αὐτῶν καταφρονοῦντα τῆς προσηγορίας. ἐν μὲν δὴ τῷ κατὰ φύσιν ἀναίσθητός ἐστιν ἡμῖν ἡ κίνησις τῶν ἀρτηριῶν, ἐν δὲ ταῖς φλεγμοναῖς αἰσθητὴ σὺν ὀδύνῃ. πλήττει γὰρ ἡ ἀρτηρία διαστελλομένη τὰ πέριξ σώματα, καὶ πρὸς τῆς πληγῆς ὀδυνώμεθα. διὰ τὴν φλεγμονήν. ὅταν δὲ καὶ αὐτὸς ὁ χιτὼν ἤδη φλεγμαίνῃ, πλήττουσά τε ἅμα καὶ

Work

Title: Galen: De Tumoribus Praeter Naturam
English: On Abnormal Swellings
Original: Περὶ τῶν παρὰ φύσιν ὄγκων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 705-732

Publisher: Cnobloch, Leipzig

Download