Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tumoribus Praeter Naturam (On Abnormal Swellings)

Kühn 1824

πληττομένη διπλασιάζει τὴν ὀδύνην. περὶ μὲν δὴ τούτων αὐτάρκως εἴρηται.

Λεκτέον δὲ ἐφεξῆς τὰ χολώδη ῥεύματα. νενίκηκε γὰρ οὐκ οἶδ’ ὅπως τὸ τῶν ἰατρῶν ἔθος, ἄν τε χολὴν ὀνομάσωμεν ἁπλῶς ἄν τε χολώδη χυμὸν, ἀκούειν ἡμᾶς τὴν ὠχρὰν καὶ πικρὰν, οὐ τὴν ὀξεῖαν καὶ μέλαιναν. ἐκείνην γὰρ ἀεὶ μετὰ προσθήκης ὀνομάζουσι, συνάπτοντες τῇ προσηγορίᾳ τοῦ χυμοῦ τὴν χρόαν. ὅταν οὖν κατασκήψῃ χολῶδες ῥεῦμα, τὸ μὲν ἀκριβὲς ἑλκοῖ τὸ δέρμα, τὸ δὲ ὑδατώδεσιν ἰχῶρσιν ἢ αἵματι συμμιγὲς ἧττόν ἐστι δριμὺ καὶ μᾶλλον εἰς ὄγκον αἴρει τὸ μέρος ἢ ἑλκοῖ. τουτὶ μὲν οὖν ἐρυσίπελας ὀνομάζεται, θάτερος δὲ ἕρπης. ἐνδείκνυται δὲ τὸν ἐργασάμενον χυμὸν ἥ τε χρόα καὶ ἡ θερμότης τῶν παθῶν. ἐπεὶ δὲ αὖ καὶ τοῦ δριμέος ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον ὑπάρχει τοιοῦτος, ἰστέον ἐπὶ μὲν τοῦ δριμυτέρου τὸν ἐσθιόμενον ἕρπητα συνίστασθαι, οὕτω γὰρ αὐτὸν ὠνόμασεν Ἱπποκράτης, ὑπὸ δὲ θατέρου τὸν ἕτερον, ᾧ καὶ κεγχρίαν ἔνιοι τῶν μεθ’ Ἱπποκράτην

Work

Title: Galen: De Tumoribus Praeter Naturam
English: On Abnormal Swellings
Original: Περὶ τῶν παρὰ φύσιν ὄγκων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 705-732

Publisher: Cnobloch, Leipzig

Download