Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tumoribus Praeter Naturam (On Abnormal Swellings)

Kühn 1824

ἐστιν, ἐπιεικὴς μὲν ὑπάρχων, ὅτε ἐν αὐτῷ μόνῳ συνίσταται τῷ δέρματι, κακοήθης δὲ, ὅταν ἐκ πλείονος ἀνίσχηται βάθους. ἔοικε γὰρ οὕτως φύματι, καὶ τῇ σκληρότητι μόνον διήνεγκε φύματος ὁ τοιοῦτος δοθιήν. ἔστι δ’ ἄμφω τὰ πάθη φλεγμονώδη. καὶ τρίτον ἐπ’ αὐτοῖς ὁ βουβὼν, καὶ τέταρτον ὅπερ ὀνομάζουσιν ἔνιοι φύγεθλον, θερμότητι ἅμα καὶ τάχει γενέσεως ἀφορίζοντες τῶν ἄλλων φυμάτων. εἰσὶ δὲ καὶ οἱ κατὰ βουβῶνας καὶ μασχάλας μόνας γίνεσθαι φύγεθλα λέγοντες, φλεγμονὰς ὑπάρχοντα τῶν ἀδένων. τῶν τῇδε σκιῤῥωθέντων τὸ δὲ πάθος ὀνομάζεται χοιρὰς, ὥσπέρ γε καὶ τῶν ὄρχεων σκιῤῥωθέντων ὄνομα τῷ νοσήματι σαρκοκήλην ἔθεντο, καθάπερ ὅταν ὑγρὸν ὑδατῶδες ἐν τοῖς περὶ τὸν ὄρχιν ἀθροίζηται χιτῶσιν, ὑδροκήλην καλοῦσιν, ἐπιπλοκήλην τε καὶ ἐντεροκήλην, καὶ πρὸς τούτων ἔτι τὸ σύνθετον ἐξ ἀμφοῖν, μᾶλλον τοῦ δέοντος πεπλεγμένον, ἐντεροεπιπλοκήλην, νεωτέρων ἰατρῶν ὄνομα, τῶν καὶ σύμπαντας τοὺς κατὰ τῶν ὄρχεων ὄγκους ὀνομαζόντων κήλας διὰ τοῦ η΄ στοιχείου τῆς πρώτης λεγομένης συλλαβῆς, οὐ διὰ τοῦ α΄, καθάπερ ὑπὸ τῶν Ἀθηναίων. ὥσπερ δὲ τῶν εἰρημένων ὀνομάτων ἕκαστον 

Work

Title: Galen: De Tumoribus Praeter Naturam
English: On Abnormal Swellings
Original: Περὶ τῶν παρὰ φύσιν ὄγκων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 705-732

Publisher: Cnobloch, Leipzig

Download