Digital Corpus for Graeco-Arabic Studies

Galen: De Inaequali Intemperie (On Uneven Distemper)

Kühn 1824

ψυχθέντων, ἢ ἐκκαυθέντων, ἢ γυμνασαμένων ἐπὶ πλέον, ἢ ἀργησάντων, ἤ τι τοιοῦτον ἕτερον παθόντων. οὐ μὴν ἀλλὰ κᾀκ τῶν ἔξωθεν προσπιπτόντων ἀνώμαλοι δυσκρασίαι τοῖς σώμασιν ἡμῶν πλείονες ἐγγίνονται, θερμαινομένοις, ἢ ψυχομένοις, ἢ ξηραινομένοις, ἢ ὑγραινομένοις. ἁπλαῖ μὲν γὰρ αὗται, καθότι κἀν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐδείκνυτο· σύνθετοι δὲ ἐξ αὐτῶν εἰσιν ἕτεραι τέσσαρες, ἢ θερμαινομένων ἅμα καὶ ξηραινομένων, ἢ ψυχομένων τε ἅμα καὶ ὑγραινομένων, ψυχομένων τε ἅμα καὶ ξηραινομένων, ἢ θερμαινομένων τε ἅμα καὶ ὑγραινομένων. ὅτι δ’ αἱ τοιαῦται δυσκρασίαι διαφέρουσι τῶν ὁμαλῶν τῷ μὴ κατὰ πάντα τὰ μόρια τοῦ δυσκράτως διακειμένου σώματος ὡσαύτως ὑπάρχειν, ἄντικρυς δῆλον. ὅστις οὖν ὁ τρόπος τῆς γενέσεώς ἐστιν ἁπάσαις ταῖς ἀνωμάλοις δυσκρασίαις, ἐν τῷδε τῷ γράμματι πρόκειται διελθεῖν. ἵνα δὲ σαφὴς ὁ λόγος γένηται, ἀναμνῆσαι χρὴ πάντων τοῦ σώματος μορίων, ἀρξάμενον ἀπὸ τῶν μεγίστων, ἃ δὴ καὶ τοῖς ἰδιώταις γινώσκεται. χεῖρας γάρ τοι καὶ πόδας καὶ γαστέρα καὶ θώρακα καὶ κεφαλὴν οὐκ ἔστιν ὃς ἀγνοεῖ.

Work

Title: Galen: De Inaequali Intemperie
English: On Uneven Distemper
Original: Περὶ ἀνωμάλου δυσκρασίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 733-752

Publisher: Cnobloch, Leipzig

Download