Digital Corpus for Graeco-Arabic Studies

Galen: De Inaequali Intemperie (On Uneven Distemper)

Kühn 1824

σφηνωθῇ καὶ μηκέτι στέγηται τὸ ῥεῦμα, τὸ μέν τι κατὰ τὸ στόμα, τὸ δέ τι καὶ διὰ τῶν χιτώνων αὐτῶν διηθεῖται πρὸς τὸ ἐκτός· κᾀν τούτῳ πίμπλανται ῥεύματος αἱ μεταξὺ χῶραι τῶν πρώτων σωμάτων, ὥστε καὶ θερμαίνεσθαι καὶ περικλύζεσθαι πανταχόθεν ὑπὸ τῆς ὑγρότητος ἅπαντα. τὰ νεῦρα δέ ἐστι ταῦτα καὶ ὑμένες καὶ σύνδεσμοι καὶ σάρκες αὐταί. πρὸ δὲ τούτων αἱ ἀρτηρίαι καὶ φλέβες, αἳ δὴ καὶ πρώτως καὶ μάλιστα ποικίλως ὀδυνῶνται. καὶ γὰρ ἔνδοθεν ὑπὸ τοῦ ῥεύματος θερμαίνονταί τε καὶ διατείνονται καὶ διασπῶνται, κᾀκ τῶν ἔξωθεν θερμαίνονται ἅμα καὶ θλίβονται καὶ βαρύνονται· τὰ δ’ ἄλλα μόρια, τὰ μὲν ἐν τῷ θερμαίνεσθαι μόνον ἢ θλίβεσθαι, τὰ δὲ τῷ συναμφοτέρῳ κάμνει. καὶ καλεῖται μὲν τὸ νόσημα φλεγμονὴ, δυσκρασία δέ ἐστιν ἀνώμαλος τοῦ μυός. τὸ μὲν γὰρ αἷμα τὸ κατ’ αὐτὸν ἤδη ζέει· συνεκθερμαίνει δὲ αὐτῷ πρώτους μὲν καὶ μάλιστα τοὺς χιτῶνας τῶν ἀρτηριῶν καὶ φλεβῶν· ἤδη δὲ καὶ τὰ ἐκτὸς αὐτῶν, οἷς περικέχυται, πάντα. καὶ δυοῖν γε θάτερον ἀναγκαῖον ἀπαντῆσαι· νικήσαντος μὲν τοῦ ῥεύματος, φθορὰν γίνεσθαι 

Work

Title: Galen: De Inaequali Intemperie
English: On Uneven Distemper
Original: Περὶ ἀνωμάλου δυσκρασίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 733-752

Publisher: Cnobloch, Leipzig

Download