Digital Corpus for Graeco-Arabic Studies

Galen: De Inaequali Intemperie (On Uneven Distemper)

Kühn 1824

τῶν νικηθέντων σωμάτων· νικηθέντος δὲ, τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον τῷ μυΐ. καὶ δὴ νικάσθω πρότερον τὸ ῥεῦμα, βέλτιον γὰρ ἀπὸ τῶν κρειττόνων ἄρχεσθαι, διττὸς ἐν τούτῳ τρόπος ἔσται τῆς ἰάσεως, ἢ διαφορηθέντος ἅπαντος τοῦ κατασκήψαντος ὑγροῦ, ἢ πεφθέντος. ἀλλ’ ἡ μὲν διαφόρησις εὐκταιοτάτη τῶν ἰάσεών ἐστι· τῇ πέψει δὲ ἕπεται δύο ταῦτ’ ἐξ ἀνάγκης, πύου γένεσις καὶ ἀπόστασις. ἀφίσταται δὲ ποτὲ μὲν εἰς τὴν μεγίστην καὶ ἀκυροτάτην τῶν παρακειμένων κοιλοτήτων, ἥπερ δὴ καὶ βελτίστη τῶν ἀποστάσεών ἐστιν· ἐνίοτε δὲ εἰς τὴν μεγίστην μὲν οὐ μὴν ἄκυρον, ἢ εἰς ἄκυρον μὲν οὐ μεγίστην δέ. τοῖς μὲν οὖν κατὰ γαστέρα καλλίστη τῶν ἀποστάσεών ἐστιν ἡ εἰς τὴν ἐντὸς εὐρυχωρίαν, εἰς ἣν καὶ συῤῥήγνυνται τὰ πολλά· μοχθηρὰ δὲ ἡ ὑπὸ τὸ περιτόναιον. οὕτω δὲ καὶ τοῖς κατὰ τὸν ἐγκέφαλον ἡ μὲν εἰς τὰς ἐμπροσθίους κοιλίας ἀγαθὴ, μοχθηρὰ δὲ ἡ ὑπὸ τὰς μήνιγγας καὶ εἰς τὴν ὄπισθεν κοιλίαν. αἱ δὲ κατὰ τὰς πλευρὰς ἀποστάσεις εἰς τὰς τοῦ θώρακος εὐρυχωρίας ἐκρήγνυνται· καὶ τῶν μὲν μυῶν ὑπὸ τὸ δέρμα, τῶν δὲ σπλάγχνων ἢ εἰς

Work

Title: Galen: De Inaequali Intemperie
English: On Uneven Distemper
Original: Περὶ ἀνωμάλου δυσκρασίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 733-752

Publisher: Cnobloch, Leipzig

Download