Digital Corpus for Graeco-Arabic Studies

Galen: De Inaequali Intemperie (On Uneven Distemper)

Kühn 1824

Εἰ μὲν οὖν ἥ τε θερμότης τοῦ αἵματος ἡ κατὰ τὸ φλεγμαῖνον μόριον ἐπιεικὴς ὑπάρχει καὶ τὸ περιεχόμενον αἷμα καθ’ ὅλον τὸ τοῦ ζώου σῶμα μετρίως ἔχει κράσεως, οὐ πάνυ τι ῥᾳδίως συνεκθερμαίνεται τῷ πεπονθότι· εἰ δ’ ἤτοι ζέοι σφοδρότερον, ἢ εἰ καὶ τὸ καθ’ ὅλον τὸ τοῦ ζώου σῶμα αἷμα χολωδέστερον ὑπάρχοι, παραχρῆμα σύμπαν ἐκθερμαίνεται· πολὺ δὲ μᾶλλον, ἐπειδὰν ἄμφω συνδράμοι, καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα θερμὸν ἱκανῶς εἶναι, καὶ τὸ καθ’ ὅλον τὸ ζῶον χολῶδες. ἐκθερμαίνεται δὲ πρότερον μὲν τὸ κατὰ τὰς ἀρτηρίας, ὅτι καὶ φύσει θερμότερόν ἐστι καὶ πνευματωδέστερον, ἐφεξῆς δὲ καὶ τὸ κατὰ τὰς φλέβας. εἰ δ’ ἐγγὺς εἴη τῶν πολυαίμων σπλάγχνων τὸ φλεγμαῖνον μόριον, ἔτι καὶ θᾶττον αὐτῷ συνεκθερμαίνεται τὸ καθ’ ὅλον τὸ ζῶον αἷμα. συνελόντι δὲ εἰπεῖν, ἐπὶ παντὸς τοῦ θερμαίνοντος ὅσον εὐαλλοίωτον ἦν, ἢ τῇ φύσει θερμὸν, ἐκθερμαίνεται πρῶτον· ὥσπέρ γε κᾀπὶ τοῦ ψύχοντος ὅσον εὐαλλοίωτον ἦν, ἢ τῇ φύσει ψυχρὸν, ἐκεῖνο πρῶτον καταψύχεται. εὐαλλοίωτον μὲν οὖν τὸ πνεῦμα, διότι καὶ

Work

Title: Galen: De Inaequali Intemperie
English: On Uneven Distemper
Original: Περὶ ἀνωμάλου δυσκρασίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 733-752

Publisher: Cnobloch, Leipzig

Download