Digital Corpus for Graeco-Arabic Studies

Galen: De Inaequali Intemperie (On Uneven Distemper)

Kühn 1824

περὶ τῶν αἰσθήσεων λογισμοῖς. οὔτε γὰρ χωρὶς ἀλλοιώσεως ἡ αἴσθησις οὔτ’ ἐν τοῖς ἤδη τελείως ἠλλοιωμένοις ἡ ὀδύνη. ταῦτ’ ἄρα καὶ οἱ ἑκτικοὶ πυρετοὶ πάντες ἄπονοί τε καὶ τελέως εἰσὶν ἀναίσθητοι τοῖς κάμνουσιν. οὐ γὰρ ἔτι τῶν ἐν αὐτοῖς μορίων τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει, πάντων ὁμοίων ἀλλήλοις ἤδη γεγονότων, καὶ μίαν ἐχόντων ὁμόλογον κρᾶσιν.

Εἰ δὲ δὴ καὶ τὸ μὲν εἴη θερμότερον αὐτῶν, τὸ δὲ ψυχρότερον, ἀλλὰ τοσούτῳ θερμότερον ἢ ψυχρότερον, ὡς μὴ λυπεῖν τὸ πλησιάσαν· ἢ οὕτως ἂν ἦν ἀλλήλοις λυπηρὰ καὶ κατὰ φύσιν ἔχοντα τὰ μόρια, ὡς διαφέροντά γε καὶ αὐταῖς ταῖς κράσεσι. σὰρξ μὲν γὰρ θερμὸν μόριον, ὀστοῦν δὲ ψυχρόν. ἀλλὰ καὶ τούτων καὶ τῶν ἄλλων ἁπάντων ἀνώδυνος ἡ ἀνωμαλία τῷ μέτρῳ τῆς ὑπεροχῆς. οὕτω γοῦν καὶ τὸ περιέχον ἡμᾶς οὐκ ἀνιᾷ, πρὶν εἰς ἄμετρόν τε ψύξιν ἢ θερμασίαν ἐκτραπῆναι· τῶν δ’ ἐν τῷ μέσῳ διαφορῶν αὐτοῦ, καίτοι παμπόλλων οὐσῶν καὶ σαφῆ τὴν ὑπεροχὴν ἐχουσῶν, ἀλύπως αἰσθανόμεθα. κινδυνεύει τοιγαροῦν ἐκ τῶνδε κᾀκεῖνος ὁ λόγος ἔχειν ἐπιείκειαν, ὥς που

Work

Title: Galen: De Inaequali Intemperie
English: On Uneven Distemper
Original: Περὶ ἀνωμάλου δυσκρασίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 733-752

Publisher: Cnobloch, Leipzig

Download