Digital Corpus for Graeco-Arabic Studies

Galen: De Inaequali Intemperie (On Uneven Distemper)

Kühn 1824

τὸ δ’ ἐναντίον ἐχθρὸν καὶ ἀνιαρόν. αὐξάνεται οὖν ἅπαντα καὶ τρέφεται πρὸς τῶν ὁμοίων, ἀναιρεῖται δὲ καὶ φθείρεται πρὸς τῶν ἐναντίων. καὶ διὰ τοῦτο ἡ μὲν τῆς ὑγείας φυλακὴ διὰ τῶν ὁμοίων, ἡ δὲ τῶν νοσημάτων ἀναίρεσις διὰ τῶν ἐναντίων. ἀλλὰ περὶ μὲν τούτων ἕτερος λόγος. ὁ δ’ ἑκτικὸς ἐκεῖνος πυρετὸς ὁ τὴν ἕξιν ἤδη τοῦ ζώου κατειληφὼς ἀναίσθητός ἐστι τῷ κάμνοντι. τῶν δ’ ἄλλων πυρετῶν οὐδεὶς ἀναίσθητος, ἀλλ’ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον ἀνιαροὶ τοῖς νοσοῦσιν. ἔνιοι δ’ αὐτῶν καὶ ῥῖγος ἐπιφέρουσι. γίνεται γὰρ οὖν δὴ καὶ τοῦτο τὸ σύμπτωμα, καθάπερ καὶ ἄλλα πολλὰ, πρὸς τῆς ἀνωμάλου δυσκρασίας. εἰπεῖν δ’ οὐκ ἐγχωρεῖ τὸν τρόπον αὐτῆς τῆς γενέσεως ἐν τῷ ἐνεστῶτι λόγῳ, πρὶν ἀποδεῖξαι περὶ τῶν φυσικῶν δυνάμεων, ὅσαι τέ εἰσι καὶ ὁποῖαι, καὶ ὅ τι δρᾷν ἑκάστη πέφυκεν. ἀλλ’ ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις ὑπὲρ ἁπάντων εἰρήσεται.

Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰς τῆς ἀνωμάλου δυσκρασίας διαφοράς. ὅπως μὲν γὰρ ἐπὶ φλεγμονῇ γίγνεται πυρετὸς ἅπας, ὅτι τε καὶ πυρετὸς καὶ φλεγμονὴ πᾶσα, χωρὶς τῶν ἑκτικῶν ὀνομαζομένων, ἐκ τῶν ἀνωμάλως κεκραμένων νοσημάτων,

Work

Title: Galen: De Inaequali Intemperie
English: On Uneven Distemper
Original: Περὶ ἀνωμάλου δυσκρασίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 733-752

Publisher: Cnobloch, Leipzig

Download