Digital Corpus for Graeco-Arabic Studies

Galen: De Inaequali Intemperie (On Uneven Distemper)

Kühn 1824

ἤδη μοι λέλεκται. γίνεται δὲ καὶ χωρὶς φλεγμονῆς ἐπὶ σήψει χυμῶν πυρετός. οὐ γὰρ δὴ τά γε ἐσφηνωμένα καὶ μὴ διαπνεόμενα σήπεται μόνον, ἀλλὰ ταῦτα τάχιστα μὲν καὶ μάλιστα· σήπεται δὲ καὶ ἄλλα πολλὰ τῶν ἐπιτηδείων εἰς σῆψιν. εἰρήσεται δὲ καὶ περὶ τῆς τούτων ἐπιτηδειότητος ἑτέρωθι. καὶ μὲν δὴ καὶ κατ’ ἄλλον τρόπον ἀνώμαλος ἔσται δυσκρασία περὶ σύμπαν τὸ σῶμα, ποτὲ μὲν λιγνυώδους διαπνοῆς ἐπισχεθείσης, ποτὲ δὲ ἐκ γυμνασίων πλειόνων, ἢ πόνων αὐξηθέντων, τὴν θερμασίαν ἐπιτεινόντων, ποτὲ δὲ ἐπὶ θυμῷ, ζέσαντος ἀμετρότερον τοῦ αἵματος, ἢ δι’ ἔγκαυσίν τινα, ἔξωθεν ἐκθερμανθέντος. ὅτι δὲ κᾀν τούτοις ἅπασι τοῖς πυρετοῖς, ὥσπερ κᾀν τοῖς ἐπὶ ταῖς φλεγμοναῖς ἔμπροσθεν ἐλέγετο, παρά τε τὴν ἰσχὺν τοῦ δρῶντος αἰτίου καὶ παρὰ τὴν τοῦ σώματος διάθεσιν οἱ μὲν μᾶλλον πυρέσσουσιν, οἱ δὲ ἧττον, οἱ δὲ οὐδ’ ὅλως, εὔδηλον εἶναι νομίζω. καὶ μὲν δὴ καὶ ὡς ποτὲ μὲν ταύτης τῆς πνευματώδους μόνης οὐσίας, ἐνίοτε δὲ ἅπτεται καὶ τῶν χυμῶν ἡ δυσκρασία, πρόδηλον καὶ τοῦτο οὐδὲν ἧττον, καὶ ὡς ἐπὶ πᾶσι τοῖς τοιούτοις χρονίζουσιν ὁ καλούμενος ἑκτικὸς ἀκολουθήσει. 

Work

Title: Galen: De Inaequali Intemperie
English: On Uneven Distemper
Original: Περὶ ἀνωμάλου δυσκρασίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 733-752

Publisher: Cnobloch, Leipzig

Download