Digital Corpus for Graeco-Arabic Studies

Galen: De Inaequali Intemperie (On Uneven Distemper)

Kühn 1824

ἐν ᾧ θάτερον οὐχ ὑπάρχει. κατὰ μέντοι τὴν εἰσβολὴν τῶν παροξυσμῶν ἔνιοι τῶν πυρεττόντων καὶ ῥιγοῦσι καὶ διψῶσι καὶ ἀμφοτέρων αἰσθάνονται, ψύξεως ἀμέτρου καὶ θέρμης, ἀλλ’ οὐ κατ’ αὐτὸν τὸν τόπον· ἐναργῶς γὰρ ἔχουσι διορίσαι τὰ θερμαινόμενα μόρια τῶν ψυχομένων. ἔνδοθεν μὲν γὰρ καὶ κατ’ αὐτὰ τὰ σπλάγχνα θερμασίας, ἐν δὲ τοῖς ἔξωθεν μορίοις ἅπασι τῆς ψύξεως αἰσθάνονται. ἔτι δὲ καὶ οἱ λειπυρίαι καλούμενοι πυρετοὶ διὰ παντὸς τοιοῦτοι, καί τι γένος ὀλεθρίων καύσων. ὅπερ οὖν ἐν τούτοις κατὰ τὰ μεγάλα μόρια, τοῦτ’ ἐν τοῖς ἠπιάλοις κατὰ σμικρὰ συμπέπτωκεν. ἀνώμαλος μὲν γὰρ δυσκρασία καὶ ἡ τούτων τῶν πυρετῶν· ἀνώμαλος δὲ καὶ ἡ τῶν ἄλλων ἁπάντων, πλὴν τῶν ἑκτικῶν ὀνομαζομένων· ἀνώμαλος δὲ καὶ τοῖς ῥιγοῦσι μὲν, οὐκ ἐπιπυρέττουσι δέ. σπάνιον μὲν γὰρ τὸ σύμπτωμα, γίνεται μὴν ὅλως καὶ γυναιξὶ καί τισιν ἀνδράσιν ἐνίοτε. χρὴ δὲ πάντως ἀργὸν προηγεῖσθαι βίον, ἤ τι πλῆθος ἐδεσμάτων ἐν χρόνῳ πλείονι προσενηνέχθαι τὸν ἄνθρωπον, ἔξ οὗ χυμὸς ἀργὸς καὶ ψυχρὸς καὶ ὠμὸς καὶ φλεγματώδης γεννᾶται, ὁποῖόν τινα καὶ Πραξαγόρας ἡγήσατο τὸν

Work

Title: Galen: De Inaequali Intemperie
English: On Uneven Distemper
Original: Περὶ ἀνωμάλου δυσκρασίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 733-752

Publisher: Cnobloch, Leipzig

Download