Digital Corpus for Graeco-Arabic Studies

Galen: De Inaequali Intemperie (On Uneven Distemper)

Kühn 1824

ὑαλοειδῆ. πάλαι δὲ, ὡς ἔοικεν, οὐδεὶς οὕτως ἔπασχεν, ὅτι μηδεὶς τοσοῦτον ἀργῶς καὶ πλησμίως διῃτᾶτο, καὶ διὰ τοῦτο γέγραπται παρὰ τοῖς παλαιοῖς ἰατροῖς ἕπεσθαι ῥίγει πυρετόν· ἀλλὰ καὶ ἡμῖν αὐτοῖς καὶ ἄλλοις πολλοῖς τῶν νεωτέρων ἰατρῶν ὦπται πολλάκις ῥῖγος ᾧ πυρετὸς οὐκ ἐπηκολούθησε. σύνθετος δ’ ἐκ ταύτης ἐστὶ τῆς δυσκρασίας καὶ προσέτι τῆς τῶν πυρεττόντων ὁ ἠπίαλος. οὕτω δ’ ὀνομάζω τὸν πυρετὸν ἐκεῖνον, ᾧ διὰ παντὸς ἄμφω συμβέβηκεν· ᾧ δὲ ἡγεῖται μὲν ῥῖγος, ἕπεται δ’ ὁ πυρετὸς, ὡς ἐν τριταίοις καὶ τεταρταίοις, οὐ καλῶ τοῦτον ἠπίαλον. ὥστε διὰ τῶν ἀνωμάλων δυσκρασιῶν ὁ ἠπίαλος συμπέπλεκται, καὶ οἱ λοιποὶ δὲ πυρετοὶ σχεδὸν ἅπαντες, πλὴν τῶν ἑκτικῶν ὀνομαζομένων.

Ὡσαύτως καὶ ὅσα μορίου τινός ἐστι νοσήματα μετ’ ὄγκου, καὶ ταῦτα σύμπαντα παραπλησίως τῇ φλεγμονῇ κατὰ δυσκρασίαν ἀνώμαλον ἀποτελεῖται, καρκῖνος, ἐρυσίπελας, ἄνθραξ, ἕρπης, οἴδημα, φλεγμονὴ, φαγέδαινα, γάγγραινα. κοινὸν μὲν γὰρ αὐτοῖς ἅπασι τὸ ἐξ ἐπιῤῥοῆς ὑγρῶν γεγονέναι· διαφέρει δὲ τῷ τὰ μὲν ἀπὸ τοῦ φλεγματικοῦ χυμοῦ,

Work

Title: Galen: De Inaequali Intemperie
English: On Uneven Distemper
Original: Περὶ ἀνωμάλου δυσκρασίας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 733-752

Publisher: Cnobloch, Leipzig

Download