De Inaequali Intemperie (On Uneven Distemper)
Kühn 1824
καὶ Ἱπποκράτης φησὶν, ὁ φάσκων ἕλκη πάντ’ εἶναι τὰ νοσήματα.
συνεχείας μὲν γὰρ λύσις τὸ ἕλκος, αἱ δ’ ἄμετροι θερμασίαι
καὶ ψύξεις πλησίον ἥκουσι τοῦ λύειν τὴν συνέχειαν.
ἡ μὲν γὰρ πολλὴ θερμασία τῷ διακρίνειν τε καὶ διατέμνειν τῆς
οὐσίας τὸ συνεχὲς, ἡ δ’ ἄκρα ψύξις τῷ πιλεῖν τε καὶ συνωθεῖν
εἴσω τὰ μὲν ἐκπιέζει, τὰ δὲ θλᾷ. καὶ τοῦτόν γέ τις
ὅρον τιθέμενος ἀμετρίας θερμοῦ καὶ ψυχροῦ, τάχ’ ἂν οὐκ ἄπο
τρόπου γιγνώσκειν δόξειεν. εἴτε δὲ οὗτος εἴτε ἄλλος τις ὅρος
ἐστὶ τῆς ἀμετρίας, ἀλλὰ τό γ’ ἐν τῷ πρὸς τὶ πᾶσαν ἀμετρίαν
ὑπάρχειν ἤδη που πρόδηλον. οὐ γὰρ ὡσαύτως ὑπὸ τῶν θερμῶν
ἢ ψυχρῶν ἅπαν τὸ σῶμα διατίθεται. καὶ διὰ τοῦτο τινὰ
μὲν οἰκείους ἔχει τοὺς χυμοὺς ἀλλήλοις ζῶα, τινὰ δ’ οὐ
μόνον οἰκείους ἔχει, ἀλλὰ καὶ φθαρτικοὺς, οἷον ἄνθρωπος καὶ
ἔχιδνα. τὸ γοῦν σίελον ὀλέθριόν ἐστιν ἑκατέρῳ τὸ τοῦ ἑτέρου.
οὕτω γοῦν καὶ σκορπίον ἀναιρήσεις ἐπιπτύων νῆστις, οὐ μὴν
ἄνθρωπός γε ἄνθρωπον ἀναιρήσει δάκνων, οὐδὲ ἔχις ἔχιν,
οὐδ’ ἀσπίδα ἀσπίς. τὸ μὲν γὰρ ὅμοιον οἰκεῖον εἶναι καὶ φίλιον,
Work
Title: De Inaequali Intemperie
English: On Uneven Distemper
Original: Περὶ ἀνωμάλου δυσκρασίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 733-752
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_069.xml [42 Kb]