De Difficultate Respirationis (Difficulties in Breathing)
Kühn 1824
δυσπνοίας αὐτῶν εἰπεῖν τὸν Ἱπποκράτην, διότι σαφὴς ἦν καὶ
πρόδηλος ἅπασιν ἰατροῖς. εἰ γὰρ ἤτοι τὸ στέρνον, ἢ τὰς πλευρὰς,
ἢ τὰ περὶ τὰς κλεῖς καὶ τὴν φάρυγγα συνέβαινέ τῳ
φλεγμᾶναι, καὶ διὰ τοῦτο μικρὸν καὶ πυκνὸν ἐξ ἀνάγκης ἀναπνεῖν,
ὡς ἐν τῷ πρόσθεν ἐπεδείκνυτο λόγῳ, γράφειν οὐκ ἂν
ἠξίωσεν Ἱπποκράτης οὔτε τὸ τῆς δυσπνοίας εἶδος οὔτε τὴν
ἀρχὴν ὅτι δύσπνους ἐγένετο. πολὺ γάρ ἐστι τὸ τοιοῦτον τῆς
δυσπνοίας εἶδος ἑκάστης σχεδὸν ἡμέρας ὁρώμενον ἐπί τε
περιπνευμονικῶν καὶ πλευριτικῶν καὶ συναγχικῶν καὶ πάντων
ἁπλῶς οἷς τι κατὰ τὸν θώρακα καὶ τὸν πνεύμονα φλεγμαίνει.
καὶ ταῖς ἥπατος δὲ φλεγμοναῖς, καὶ μάλιστα ταῖς
κατὰ τὰ κυρτὰ, καὶ ταῖς τοῦ σπληνὸς, καὶ ταῖς κατὰ τὴν κεφαλὴν
αὐτοῦ, καὶ ταῖς τοῦ περιτοναίου, τὸ τοιοῦτον εἶδος
ἕπεται τῆς δυσπνοίας. ἀλλὰ καὶ οἷς ἡ γαστὴρ φλεγμαίνει, καὶ
μᾶλλον εἰ τὸ στόμα τε καὶ ὁ στόμαχος αὐτῆς, καὶ οἷς
τῶν ὑμένων τις ἢ τῶν μυῶν τῶν καθ’ ὑποχόνδριον, ἢ αἱ φρένες
αὐταὶ, τούτοις ἅπασι μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα,
Work
Title: De Difficultate Respirationis
English: Difficulties in Breathing
Original: Περὶ δυσπνοίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 753-960
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_070.xml [423 Kb]