De Difficultate Respirationis (Difficulties in Breathing)
Kühn 1824
παντί που δῆλον, ὡς καὶ τὴν σμικρότητα γινώσκει.
τίς γὰρ ἂν τὸ τρίτον ἀπὸ τοῦ πρώτου δύναιτο γνῶναι τὸ μέσον
ἀγνοῶν, καὶ μάλισθ’ ὅταν αὐτὸ τῷ τρίτῳ τῆς γενέσεως
αἴτιον ὑπάρχῃ; καὶ μέν γε καὶ προελθὼν ὀλίγον αὐτοῖς
τοῖς ἰδίοις ῥήμασιν ἄντικρυς αἰτιᾶται τὴν μικρότητα τῆς πυκνότητος,
γράφων ὡδί· καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνεχόμενον κωλύει
μὲν τὸ πνεῦμα εἴσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω
φέρεσθαι. τὴν ἑτέραν ἐνταῦθα πάλιν αἰτίαν διδάσκει τῆς τοῦ
πυκνοῦ πνεύματος γενέσεως, ὠνόμαζε δ’ αὐτὴν ἐν τοῖς ἔμπροσθεν
λόγοις στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων. ὅπερ
οὖν ἐπὶ τοῦ πόνου παρέλιπεν ἡμῖν ἐπινοῆσαι, τοῦτ’ ἐνταῦθα
αὐτὸς ἐξηγήσατο. τί δ’ ἐστὶ τοῦτο; πολλοῦ, φησι, τοῦ πτυέλου
περιεχομένου κατὰ τὰς ἀρτηρίας, τοῦ πνεύμονος δηλονότι,
καὶ τὴν χώραν τοῦ πνεύματος αὐτοῦ φθάνοντος κατειληφέναι,
κωλύεται κατὰ τὴν τῆς εἰσπνοῆς ἐνέργειαν εἴσω παραγενέσθαι
τὸ πνεῦμα. ἆρ’ οὖν ἕτερόν τι τῆς μικρᾶς εἰσπνοῆς ἐστι τὸ νῦν
λεγόμενον; οὐ μὴν, εἴγε τῷ πλήθει τῆς εἰσπνεομένης οὐσίας
παραμετρεῖν χρὴ τὸ μέγεθος τῆς ἀναπνοῆς, ὡς ἐν τῷ πρώτῳ
Work
Title: De Difficultate Respirationis
English: Difficulties in Breathing
Original: Περὶ δυσπνοίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 753-960
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_070.xml [423 Kb]