De Difficultate Respirationis (Difficulties in Breathing)
Kühn 1824
τοῦ ἄσθματος, ἐδήλωσε σαφῶς. ἔχει δὲ ἡ ῥῆσις ὧδε· ἡ
Ἀγίσιος κόρη μὲν ἐοῦσα πυκνοπνεύματος ἦν· γυνὴ δὲ
γενομένη, ἐκ τόκου οὐ πάλαι ἐπίπονος ἐοῦσα, ἐπιπολαίως
ἦρεν ἄχθος μέγα καὶ αὐτίκα ψοφῆσαι μὲν ἐδόκει κατὰ τὸ στῆθος·
τῇ δ’ ὑστεραίῃ ἆσθμά τε εἶχε καὶ ἤλγεε ἰσχίον τὸ δεξιόν.
εἶτ’ ἐφεξῆς ἔπτυσεν ἀφρῶδές, φησιν, ἀρχομένη δ’ ἦν ἀνθηρά.
καὶ δῆλός ἐστιν ἐξ ὅλης τῆς συνδρομῆς, ὡς φύματος ἐν
τοῖς ἀναπνευστικοῖς ὀργάνοις παλαιοῦ καὶ δυσπέπτου ῥαγέντος
ἔπτυσε ταῦτα καὶ ὡς διὰ ταῦτα τὰ φύματα πυκνοπνεύματος
ἦν. ἐν δ’ αὖ τοῖς κατωτέρω τοῦ βιβλίου, κατὰ μὲν
τὴν κατάστασιν, ἧς ὑπήρξατο τόνδε τὸν τρόπον· βῆχες ἤρξαντο
περὶ ἡλίου τροπὰς τὰς χειμερινάς· οἷσι δὲ καὶ πνεῦμα
ξυνεμετεωρίζετό, φησι, (καὶ ὅτι μετέωρόν ἐστι πνεῦμα τὸ
σμικρὸν καὶ πυκνὸν, διήλθομεν ἐν τοῖς ἔμπροσθεν) ἀμέλει
καὶ συνάγχας γενέσθαι κατ’ ἐκείνην τὴν κατάστασιν ἔφη.
μοχθηροὶ γοῦν οἱ τὸ μετέωρον ἀντὶ τοῦ μεγάλου νομίζοντες
εἰρῆσθαι, διότι μετεωρίζει τὸν θώρακα, διαῖρον ἐπὶ πλεῖστον·
Work
Title: De Difficultate Respirationis
English: Difficulties in Breathing
Original: Περὶ δυσπνοίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 753-960
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_070.xml [423 Kb]