De Difficultate Respirationis (Difficulties in Breathing)
Kühn 1824
πνίγεσθαι τὸ ζῶον. ἵν’ οὖ μὴ γένηται τοῦτο, πυκνοτέρας
ποιεῖται τὰς ἐνεργείας, μηκέτι ἡσυχάζων τοσοῦτον, ὅσον ὁπότε
εἶχε κατὰ φύσιν, ὅμοιόν τι ποιῶν τοῖς διὰ τὸ μὴ δύνασθαι
τὴν αὐτάρκη τροφὴν εἰς ἅπαξ προσενέγκασθαι, συνεχῶς
ὀλίγον τρεφομένοις. ἀλλ’ ἐν τούτῳ ἀναγκαῖον τὴν ὅλην ἀναπνοὴν
γενέσθαι μικρὰν καὶ βραδεῖαν καὶ πυκνὴν, καὶ πλέονί
γε μικροτέραν τοῦ προσήκοντος, ἢ βραδυτέραν. οὐχ οὕτω
γὰρ ἰσχυρὸς ὁ πόνος τῷ θώρακι διὰ τὸ τάχος τῆς κινήσεως,
ὡς διὰ τὸ μέγεθος τῆς διαστολῆς. τὸ μὲν γὰρ τάχος, εἰ καὶ
κατ’ αὐτὴν τὴν ἐνέργειαν ὀδυνηρὸν, ἀλλὰ τῷ γε βραχυχρόνιον
ἐργάζεσθαι τὴν ὅλην κίνησιν ἧττον λυπεῖ τὸν θώρακα· συντόμως
γὰρ ἐφ’ ὃ σπεύδει παραγίνεται· σπεύδει δὲ δήπουθεν
ἐπὶ τὴν ἡσυχίαν καὶ ταύτης ὅτι τάχιστα γλίχεται τυχεῖν, ὡς
ἂν μόνης αὐτῷ τὴν ἐκ φλεγμονῆς ὀδύνην παραμυθουμένης.
τὸ δὲ μέγεθος τῆς διαστολῆς πάντως χαλεπὸν, αὐτῷ τε τῷ
βιαίῳ τῆς κινήσεως καὶ τῷ θλίβειν τε ἅμα καὶ τείνειν τὰ
φλεγμαίνοντα, καὶ παντοίως ὀδυνᾷν τὸν θώρακα. ταῦτ’ ἄρα
καὶ πλέον ἀφαιρεῖ τοῦ μεγέθους ἢ τοῦ τάχους, καὶ ὅταν γε
Work
Title: De Difficultate Respirationis
English: Difficulties in Breathing
Original: Περὶ δυσπνοίας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 753-960
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_070.xml [423 Kb]