De Locis Affectis (On Affected Parts)
Kühn 1824
ὅτι δὲ οὐ πάντες ὑπὸ τοῦ βοηθήματος τοῦδε θεραπεύονται,
δῆλόν ἐστιν· ἕτεραι γὰρ ἀρτηρίαι τούτων πολὺ μείζους
ἐπὶ τὸν ἐγκέφαλον ἀνέρχονται κατὰ τὴν βάσιν αὐτοῦ διὰ τοῦ
καλουμένου δικτυοειδοῦς πλέγματος, ὑφ’ ὧν γίνεσθαι τὸ πάθος
εὔλογόν ἐστιν, ἀτμώδους καὶ θερμοῦ πνεύματος δι’ αὐτῶν
ἀναφερομένου καὶ πληροῦντος τὸν ἐγκέφαλον· ἐγχωρεῖ
δὲ καὶ κατ’ αὐτὸν τὸν ἐγκέφαλον ἀνώμαλόν τινα δυσκρασίαν
γενέσθαι τοιούτου πνεύματος γεννητικήν. ἀλλ’ ὅτι γε καὶ
τοῦτο τῆς κεφαλῆς ἐστιν τὸ πάθος, ἐξ αὐτῆς τῶν ἐσκοτωμένων
τῆς αἰσθήσεώς ἐστι δῆλον· γίγνεται δὲ καὶ αὐτὸ,
ποτὲ μὲν πρωτοπαθούσης τῆς κεφαλῆς, ποτὲ δὲ συμπαθούσης
κατὰ τὸ στόμα τῆς κοιλίας. ὡμολόγει δὲ τοῦτο
καὶ ὁ Ἀρχιγένης ἐν τῷ πρώτῳ τῶν χρονίων παθογνωμονικῶν
γράψας ὡδὶ περὶ τοῦ σκοτωματικοῦ τούτου
πάθους. λαμβάνει δὲ τὴν κατασκευὴν διχόθεν καὶ
αὐτὸ, ἤτοι ἀπὸ κεφαλῆς ἢ καὶ τῶν κατὰ τὰ ὑποχόνδρια χωρίων.
καὶ μέντοι καὶ διορίζειν αὐτὰ πειρᾶται, τοῖς μὲν ἀπὸ
τῆς κεφαλῆς πρωτοπαθούσης σκοτωματικοῖς ὤτων ἤχους
καὶ κεφαλῆς ὀδύνας καὶ βάρη προηγεῖσθαι λέγων, ἤ καὶ τῆς
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]