De Locis Affectis (On Affected Parts)
Kühn 1824
δὲ τοῦ κατὰ τὸ μέγεθος πάθους ἐκ τοῦ ποσοῦ τῆς
κατὰ τὴν ἀναπνοὴν γίγνεται βλάβης· ἐφ’ ὧν μὲν γὰρ ἐπὶ
πλεῖστον ἐκβέβηκε τοῦ κατὰ φύσιν ῥυθμοῦ, μεγάλην ἡγητέον
εἶναι τὴν κατὰ τὸν ἐγκέφαλον βλάβην· ἐφ’ ὧν δὲ ὀλίγον
ἐμποδίζεται, βραχεῖαν. ἁπασῶν δὲ χειρίστην ἀναπνοὴν
ἡγητέον εἶναι τὴν διαλείπουσάν τε καὶ μετὰ βίας μεγάλης
γινομένην. καὶ τό γ’ ἀποθνήσκειν τοὺς ἀποπλήκτους συμβαίνει
διὰ τὴν ἀπώλειαν τῆς ἀναπνοῆς, ὡς τό γε μὴ κινεῖν
τὰ μόρια τοῦ σώματος εἰς μὲν τὰς κατὰ τὸν βίον πράξεις
ἄχρηστον ἀποδείκνυσιν τὸν ἄνθρωπον, οὐ μὴν ὀξὺν ἐπιφέρει
τὸν θάνατον. ἴδομεν γοῦν ἤδη τινὰ τὰ μὲν ἄλλα
πάντα παραλελυμένον, ἐνεργοῦντα δὲ κατὰ φύσιν ἅπασιν
τοῖς κατὰ τὸ πρόσωπον μέρεσιν· ἐσώζετο δὲ αὐτῷ δηλονότι
καὶ ἡ ἀναπνοή· πῶς γὰρ ἂν ἠδύνατο ζῇν ἐπὶ πλεῖστον,
ἀπολωλυίας αὐτῆς; τούτῳ πρωτοπαθεῖν ἐλογιζόμεθα τοῦ
νωτιαίου τὸ κατωτέρω βραχεῖ τῆς ἐπὶ τὸ διάφραγμα τῶν
νεύρων ἐκφύσεως· εὔδηλον δὲ ὅτι καὶ οὖρα καὶ διαχωρήματα
χωρὶς προαιρέσεως ἀπεκρίνετο. καὶ μέντοι
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]