De Locis Affectis (On Affected Parts)
Kühn 1824
ἀναγκαῖόν ἐστιν, τῶν συναπτόντων αὐτὸ τοῖς συνεχέσιν ὑμενωδῶν
δεσμῶν ἀπολυθέντων, οἵτινες πάσχουσι πολὺ πρότερον
τῶν βρογχίων αὐτῶν· τὰ μὲν γὰρ χονδρώδη τέ ἐστι καὶ
σκληρὰ καὶ παχέα, λεπτοὶ δὲ καὶ ἀσθενεῖς οἱ συνδοῦντες ὑμένες
αὐτά. καὶ μὲν δὴ καὶ ἀγγείου τι μόριον οὐ σμικρὸν ἀναβηχθὲν
ἐθεασάμεθα, σαφῶς ἐνδεικνύμενον καὶ τοῦτο τοῖς ἐμπείροις
ἀνατομῆς, ὡς ἐκ τοῦ πνεύμονός ἐστι. τὰ μὲν γὰρ
κατὰ τὴν ἐν τῷ τραχήλῳ τραχεῖαν ἀρτηρίαν ἀγγεῖα τριχοειδῆ
πάντ’ ἐστὶν, ὥστ’ οὐ μόνον ἡ τῆς οὐσίας ἰδιότης, ἀλλὰ καὶ
τὸ μέγεθος ἐνδείκνυται πολλάκις οὐκ ἀσαφῶς, ὁποῖός
τίς ἐστιν ὁ πεπονθὼς τόπος. οὕτω γ’ οὖν ἐν δυσεντερίᾳ
θεασάμενός τις ἐντέρου χιτῶνα διαχωρηθέντα, καὶ πλάτει καὶ
πάχει μείζονα τῶν ἐν τοῖς λεπτοῖς ἐντέροις, οὐκ ἂν ἀλόγως
τεκμαίροιτο τὴν ἕλκωσιν ἐν τοῖς παχέσιν ἐντέροις εἶναι. καὶ
μὲν δὴ κᾀπὶ τοῦ μειρακίου τοῦ μετὰ βηχὸς ἀναπτύσαντός
ποτε χιτῶνα παχὺν καὶ γλίσχρον ἐτεκμηράμεθα τὸ κατὰ τὸν
λάρυγγα σῶμα τὸ ἔνδον, ὃ καὶ τὴν ἐπιγλωττίδα συνίστησιν,
εἶναι. ἐθεραπεύθη γ’ οὖν τὸ μειράκιον, οὐ πάνυ τι προσδοκώντων
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]