
De Locis Affectis (On Affected Parts)
Kühn 1824
ὃν καὶ Πλάτων ἔγραψε, τὴν μὲν ἡσυχίαν ἐκλύειν λέγων,
τὴν δ’ ἐν τοῖς οἰκείοις ἔργοις διατριβὴν αὐξάνειν τὴν ῥώμην.
οὕτως μὲν οὖν καὶ οἱ τιτθοὶ ταῖς μὲν μηδέποτε κυησάσαις
προσεσταλμένοι διαμένουσι, ταῖς δὲ μετὰ τὸ κυῆσαι θηλαζούσαις
παιδία μέγιστοι γίγνονται, καὶ διαμένουσί γε γάλα παρέχοντες,
ἄχρις ἂν θηλάζωσιν, παυομέναις δὲ τοῦ θηλάζειν
τὰ παιδία καὶ ἡ τοῦ γάλακτος ἐν τοῖς τιτθοῖς γένεσις οὐ
μετὰ πολὺ παύεται. ταῦτ’ οὖν ἡμῖν ἅπαντα προδιεσκεμμένοις
καὶ πρὸς τὴν θεραπείαν ἀφορμὰς παρέξει, διοριζομένοις
τὰς αἰτίας, ὑφ’ ὧν ἑκάστῳ τῶν πασχόντων τὸ πάθος ἐγένετο·
νῦν δ’ οὔπω καιρὸς αὐτῶν, ἀλλ’ ἤδη τέλος ἐχούσης τῆς
προκειμένης πραγματείας, καταπαύσω τὸν λόγον ἐνταῦθα.
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]