
De Locis Affectis (On Affected Parts)
Kühn 1824
ἢ τὸν ὑπεζωκότα τετρῶσθαι λέγειν, ἢ συντετρῆσθαι τὸν θώρακα.
καὶ μὴν κᾀκ τῶν ἐπιφυομένων ἔστιν ὅτε γνωρίζεται
ὁ πεπονθὼς τόπος· ἰδιότης μὲν γὰρ τῆς οὐσίας ἐστὶ τῶν ἐπιφυομένων,
ὥσπερ τῶν μυκήτων τοῖς ἐν τῇ κεφαλῇ κατάγμασιν,
ὅταν ἡ μήνιγξ ᾖ πεπονθυῖα· ἰδιότης δ’ ἑτέρα πάλιν,
ὅταν ὀστοῦν πεπόνθῃ κατὰ τι μόριον. ἐκ τούτου δὲ τοῦ γένους
ἐστὶ καὶ ἡ ἐφελκὶς ὀνομαζομένη· δηλοῖ γὰρ ἡλκῶσθαι
τὸ μόριον ἐκεῖνο, καθ’ ὅπερ ἂν ἐκκριθεῖσα φαίνηται, μετὰ
μὲν τῶν οὔρων ὑπελθοῦσα, τῶν οὐρητικῶν τι· μετὰ δὲ βηχὸς
ἀναχθεῖσα, τῶν ἀναπνευστικῶν· εἰ δ’ ἐμεθείη, τῶν κατὰ
τὸν στόμαχόν τε καὶ γαστέρα· καθάπερ γε καὶ εἰ μετὰ τῶν
διαχωρημάτων ὑπέλθοι, τῶν ἐντέρων τινὸς ἕλκωσιν ἐνδείκνυται.
ἕτερος δὲ τρόπος ἐστὶ διαγνώσεως ἐκ σημείων τινῶν,
ὅταν ἐν ἀλλοτρίᾳ χώρᾳ περιέχηταί τι παρὰ φύσιν, οἷον ἐν
νεφροῖς ἢ κύστει λίθος, πῦον ἐν θώρακι· ἐκ τούτου δὲ τοῦ
γένους ἐστὶν καὶ θρόμβος αἵματος, ἐν ᾧ περ ἂν ᾖ περιεχόμενος,
ἤ τις ἕτερος χυμὸς ἀνιαρὸς ἐν τῷ σώματι τοῦ ζώου γεννηθεὶς,
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]