De Locis Affectis (On Affected Parts)
Kühn 1824
αἰσθήσεσιν ἅμα ταῖς ἰδέαις τῶν παθῶν· ὅσα δ’ ἐν τῷ βάθει
κατακέκρυπται, γεγυμνασμένου δεῖται τὸν λογισμὸν ἀνδρὸς
ἔν τε ταῖς ἐνεργείαις τῶν μορίων καὶ χρείαις, οὐχ ἥκιστα δὲ
κᾀν τῇ προηγουμένῃ τούτων ἀνατομῇ, ἥτις ἐδίδαξεν ἡμᾶς
ἄλλᾳ τε πολλὰ καὶ τῆς οὐσίας ἑκάστου τὴν ἰδιότητα. σῶμα
γοῦν τι χονδρῶδές ἐστι κατὰ τὰς τοῦ πνεύμονος τραχείας
ἀρτηρίας, ὃ καλοῦσι βρογχίον, οὗ τὴν ἰδιότητα μόνοις τοῖς
τεθεαμένοις ὑπάρχει γιγνώσκειν. ὅταν μὲν οὖν ποτε τοῦτο
μετὰ βηχὸς ἀναπτυσθῇ, μέγιστον ἕλκος ἐξ ἀναβρώσεως ἢ σηπεδόνος
ἐν πνεύμονι λογιζόμεθ’ ὑπάρχειν. ἔστι μὲν γὰρ καὶ
καθ’ ὅλον τὸν τράχηλον, ἐν τῷ μεταξὺ φάρυγγός τε καὶ πνεύμονος,
ἡ τοιαύτη φύσις τοῦ σώματος· ἀλλ’ οὐχ οἷόν τε τηλικαύτην
ἕλκωσιν ἐνταυθοῖ γενέσθαι· φθάσει γὰρ ἀποθανεῖν
τὸ ζῶον· ἐν δὲ τῷ πνεύμονι δυνατὸν, ὡς ἂν σηπομένου
τε τοῦ σπλάγχνου δι’ ὑγρότητα ῥᾳδίως, ὑπό τε μοχθηρῶν
χυμῶν ἑτοίμως ἀναβιβρωσκομένου, τῶν τε βρογχίων ἐν
αὐτῷ σμικρῶν ὑπαρχόντων· οὐδὲ γὰρ οὐδὲ μόριον αὐτῶν
ἀποσαπῆναι δυνατὸν, ἀλλ’ ὅλον ἀνενεχθῆναι τὸ βρογχίον
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]