Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

τε πόσεως οἴνου βραχεῖ πλείονος, ἢ ἀκρατεστέρου ποθέντος, ἔτι τε μᾶλλον, εἰ θερμὸς εἴη φύσει· πασῶν τε τῶν θερμῶν ὀσμῶν, ὅσοι στύρακος, ἢ κύφεως, ἢ ὅλως ἀρωμάτων θερμῶν θυμιωμένων γίγνονται· τινὲς δὲ οὐδὲ τὴν ἀπὸ τοῦ λιβανωτοῦ φέρουσιν ὀσμήν. εὔλογον δὲ καὶ διὰ περιττὴν αἴσθησιν ἐνίοις γίγνεσθαι τὰς ὀδύνας, ὥσπερ ἐπὶ τοῦ στόματος τῆς κοιλίας οὐκ ὀλίγοις· τισὶ μὲν γὰρ οὕτως ἐστὶν αἰσθητικὸν, ὡς μήτ’ ὄξος φέρειν δριμὺ, μήτε νᾶπυ, μήτ’ ἄλλο τι τοιοῦτον· ἐνίοις δ’ ἐγγὺς ἀναισθησίας ἥκει, φαίνονται γοῦν ἐρυγγάνοντες, ἐμοῦντες, ἔνιοι μὲν δεινῶς ἄτοπα ταῖς ποιότησιν, ὡς ἡμῶν τῶν ὀσμωμένων αὐτὰ μηδένα δύνασθαι φέρειν, αὐτοὶ δὲ μηδεμίας ἀξιολόγου δήξεως αἰσθανόμενοι. δυνατὸν οὖν ἐστι καὶ κατὰ τὸν ἐγκέφαλον εἶναι τοιαύτας διαφορὰς τοῖς ἀνθρώποις, ὡς τῶν αὐτῶν ὀσμῶν ἐνίους μὲν ἀλύπως ἀνέχεσθαι, καθάπερ εἰ καὶ μηδ’ ὅλως αὐτοῖς ἐπλησίασαν, ἐνίους δὲ ἀνιαρῶς. ἀλλ’ ὅτι γε τὰ τοιαῦτα πάθη πάντα τῆς κεφαλῆς ἐστιν, ἐναργῶς φαίνεται.

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]