Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

οὐκ ἀληθεύουσιν. ὅλον μὲν γὰρ φυσικόν ἐστιν ἔργον ἡ ἐκ τῆς γαστρὸς εἰς τὴν νῆστιν ἔκθλιψις τῆς τροφῆς, ὅλον δ’ αὖ προαιρετικὸν ἔκτασις καὶ κάμψις ἑκατέρων τε τῶν κώλων ἑκάστου τε τῶν δακτύλων· γίγνεται γὰρ ἡ μὲν ἐκ τῆς κοιλίας εἰς τὴν νῆστιν φορὰ, καθάπερ γε καὶ ἡ δι’ ἐκείνης εἰς τὸ λεπτὸν ἔντερον, ὑπὸ φυσικῆς δυνάμεως μόνης· ἡ δ’ ἀποπάτησίς τε καὶ οὔρησις ἀμφοτέρων τῶν ὀργάνων ἅμα ταῖς οἰκείαις δυνάμεσιν ἐνεργούντων ἐπιτελεῖται· κατὰ μὲν τὸ ἀπευθυσμένον καὶ τὴν κύστιν ὑπὸ τῶν φυσικῶν, κατὰ δὲ τοὺς μῦς ὑπὸ τῶν ψυχικῶν τε καὶ προαιρετικῶν ὀνομαζομένων. οἱ μὲν γὰρ σφίγγοντες τὰς ἐκροὰς μύες οὐκέτ’ ἐνεργοῦσιν, οἱ δὲ καθ’ ὑπογάστριον ἐνεργοῦσιν, καὶ μάλιστ’ αὐτῶν οἱ μέσοι· συνεπιλαμβάνουσι δ’ ἔστιν ὅτε τοῖς μυσὶ τούτοις ἔνιοι τῶν δυσκόλως ἀποπατούντων, καὶ τὴν διὰ τῶν χειρῶν θλίψιν, καθάπερ γε κᾀπὶ τῆς δυσχεροῦς οὐρήσεως καὶ τελέας ἐπισχέσεως εἰώθασι ποιεῖν. ὅταν μὲν οὖν τὰ νεῦρα πάθῃ, δι’ ὧν ἡ ψυχικὴ δύναμις ἐπὶ τοὺς εἰρημένους ἀφικνεῖται μῦς, ἢ καὶ τὸν νωτιαῖον αὐτὸν βλαβῆναι συμβῇ, παραλυθέντων τῆς ἐνεργείας τῶν μυῶν, ἀκούσιος ἔκκρισις οὔρου

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]