Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

τε καὶ κόπρου γίγνεται· ὅταν δ’ αὐτὸ τῆς κύστεως τὸ σῶμα τοιοῦτο πάθῃ πάθος, ὡς ἀδυνατεῖν ἐκθλίβειν τὸ περιεχόμενον ἐν αὐτῇ, κατέχεται τούτοις τὸ οὖρον, καὶ καλεῖται τὸ σύμπτωμα αὐτῆς ἰσχουρία. συμβαίνει δὲ καὶ διὰ δυσαισθησίαν αὐτῆς γίγνεσθαί ποτ’ ἐπίσχεσιν οὔρων, ἄνευ τοῦ πεπονθέναι τὴν ἐκκριτικὴν δύναμιν, ἐὰν τὰ μὲν τῆς κύστεως ἴδια νεῦρα πάθῃ, τὰ δὲ τοῦ σφίγγοντος αὐτῆς τὸν αὐχένα μυὸς ἐνεργῇ, διασώζοντα τὴν ἑαυτῶν δύναμιν· ὡς ἐάν γε παραλυθῇ, σημεῖον ἴδιον τῆς παραλύσεως τούτου τοῦ μυός ἐστιν ἡ τῶν οὔρων ἀκούσιος ἔκκρισις· ὅταν δὲ τοῦτο γένηται τὸ πάθος, ὅ τε πόρος αὐτῆς φραχθῇ, χαλεπόν ἐστι διαγνῶναι τὰς διαθέσεις ἀμφοτέρας. οὐ μόνον δὲ εἰς τὴν τούτων, ἀλλὰ καὶ τὴν τῶν ἄλλων ἁπάντων τῶν κατὰ τὴν κύστιν ἀκριβῆ διάγνωσιν ἀναγκαιότατόν ἐστι προεπίστασθαι τὰ προκατάρχοντα τῶν ἔξωθεν αἰτίων, ἃ καλοῦσιν ἰδίως οἱ ἰατροὶ προκαταρκτικά· πολὺ δὲ μᾶλλον αὐτῶν τὰ προηγούμενα τὰ κατ’ αὐτὸ τὸ σῶμα τοῦ ζώου παθήματα. λορδωθείσης γοῦν ποτε τῆς ῥάχεως ἐπὶ τῇ καταπτώσει, συνέβη τῶν οὔρων ἐπίσχεσις, 

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]