Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

εἰωθυίας οὕτω γίγνεσθαι, καθάπερ εἴρηται καὶ ὑφ’ Ἱπποκράτους· ἐπεσχέθη δ’ οὐκ εὐθέως, ἀλλὰ περὶ τὴν τρίτην ἡμέραν, ὑπὸ τῆς τῶν ἔσω μεταστάντων σπονδύλων θλίψεως, φλεγμηνάσης τῆς κύστεως· ἤλγει γοῦν κατὰ τὸ χωρίον αὐτῆς, καὶ χωρὶς μὲν ψαύειν, ἀλλὰ πολὺ μᾶλλον ἐπερειδόντων τὰς χεῖρας· ἐθεραπεύσαμεν δ’ αὐτὸν ὡς πρὸς φλεγμονὴν ἱστάμενοι. μεταστάντων δ’ ὀπίσω τῶν σπονδύλων ἐφ’ ἑτέρου, τὸ οὖρον ἀκουσίως ἐξεκρίνετο χωρὶς ὀδύνης τῆς κύστεως· ἐφ’ οὗ τὸ νεῦρον τοῦ κλείοντος τὴν κύστιν μυὸς ἐτεκμηράμεθα πεπονθέναι, καὶ διὰ τοῦτο τὴν θεραπείαν τῷ νωτιαίῳ προσήγομεν. ἐπ’ ἄλλου δ’ ὁμοίως πεπονθότος ἐπίσχεσις οὔρων ἐγένετο, δυσαισθησίας μὲν ἐπὶ τῇ τῶν νεύρων πείσει καταλαβούσης τὴν κύστιν, ἐν δὲ τοῖς ὕπνοις οὐκ αἰσθανομένου τοῦ ἀνθρώπου πεπληρωμένης τῆς κύστεως, εἶθ’ ὑπερδιαταθείσης αὐτῆς, μηκέτ’ ἀποκρίνοντος. συμβαίνει γάρ ποτε καὶ τοῦτο τῆς ἰσχουρίας αἴτιον γενέσθαι, καθάπερ γε καὶ ἄλλοις ὑγιαίνουσιν ἤτοι διὰ περίστασίν τινα πραγμάτων, ἢ ἐν ἐκκλησίαις, ἢ βουλαῖς, ἢ ἐν δικαστηρίοις, ἢ καὶ δειπνοῦσι παρά τινι, κατασχοῦσιν ἐπὶ πλέον τὸ οὖρον, ὑπερδιαταθείσης τῆς κύστεως,

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]