Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

ἰσχουρίαν ἀκολουθῆσαι, παθούσης τῆς περισταλτικῆς αὐτῆς δυνάμεως ὑπὸ τῆς ἀμέτρου τάσεως. ἑτέρου δὲ ἐπὶ καταπτώσει τῆς ῥάχεως ἀπαθοῦς διαμενούσης ἐν μὲν τῷ παραχρῆμα συνέβη συχνὴν οὔρησιν αἵματος γενέσθαι, μετὰ δὲ ταῦτα τελείαν ἰσχουρίαν· ἐφ’ οὗ τεθρομβῶσθαί τι τοῦ αἵματος ἐτεκμηράμεθα, καὶ διὰ τοῦτο καθετῆρι χρησαμένων ἡμῶν, ὀλίγον μὲν οὔρησεν, ἐξαιρεθέντος δὲ τοῦ καθετῆρος, ἐφάνη κατὰ τὸ στόμιον αὐτοῦ γνώρισμα τῆς θρομβώσεως. ἐπ’ ἄλλων δὲ χρονίων ἀλγημάτων, ἅμα σημείοις ἀποστημάτων γενομένων, ἐπὶ τῷ λῆξαι ταῦτα συνεξουρήθη τι πυῶδες λεπτὸν, ἐπηκολούθησεν δ’ ἐπίσχεσις οὔρων, ὡς τεκμήρασθαι παχὺ πῦον ἐμφράξαι τὸν πόρον. ἐπὶ δὲ τῶν παιδίων λιθιώντων κατὰ κύστιν ἐθεασάμεθα πολλάκις ἰσχουρίαν γενομένην, ἐφ’ ᾗ σχηματίσαντες ἀνάῤῥοπον τὸ σῶμα μετὰ κατασείσεως, ἀποκυλισθῆναι τὸν λίθον τοῦ πόρου ἐποιήσαμεν. ἑωρακότας δὲ καὶ τοῦθ’ ὑμᾶς, ὃ μέλλω λέγειν, ἀξιῶ μεμνῆσθαι διαπαντός· ἐπὶ ταῖς καλουμέναις θρομβώσεσιν, οὐ μόνον ταῖς κατὰ κύστιν, ἀλλὰ καὶ τούτων ἔτι μᾶλλον εἰ κατ’ ἔντερά τε καὶ

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]