Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

πυωδῶν, ἢ κατά τινα μόρια διεσπασμένον ἀνωμάλως ἐμφέρεται, πολλάκις δὲ καὶ μόνον αὐτὸ τὸ πῦον ἐκκρίνεται χωρὶς οὔρου. τοῦτο μὲν οὖν ἐναργῶς ἐνδείκνυται κατὰ τὴν κύστιν αὐτὴν γεγονέναι τὴν ἐκπύησιν· τὸ δ’ ἀναμεμιγμένον ἀκριβῶς, ἄνωθέν ποθεν ἥκειν· τὸ δὲ μέσην τούτων κατάστασιν ἔχον, ἀπὸ τῶν νεφρῶν. ὁμοίως δὲ κᾂν μετὰ τὸ συῤῥαγῆναι τὸ ἀπόστημα φαίνηταί τι γνώρισμα τῆς ἑλκώσεως ἅμα τῇ τοῦ πεπονθότος τόπου διαγνώσει, καὶ τοῦτο ποτὲ μὲν ἀναμεμιγμένον ἀκριβῶς φαίνεται, ποτὲ δὲ μετρίως, ἢ μηδεμίαν ἐσχηκὸς μίξιν, ἢ ἐποχούμενόν πως, ἢ μόνον διεξερχόμενον· τοῦ μὲν ἕλκους γνώρισμά ἐστιν ἴδιον ἡ ἐφελκὶς ὀνομαζομένη, τοῦ πεπονθότος δὲ μέρους ἡ κατὰ τὴν οὐσίαν ἰδιότης· πεταλώδη μὲν γάρ ἐστι τὰ τῆς κύστεως ἀποῤῥυπτόμενα μόρια, σαρκοειδῆ δὲ τὰ τῶν νεφρῶν. οὕτως δὲ κἂν τῶν ἀνωτέρω τι πεπόνθῃ, τὰ συνεκκρινόμενα τοῖς οὔροις ἐπισκέπτεσθαι χρὴ, παραβάλλοντας αὐτὰ τῇ τῶν ὑπονοουμένων οὐσίᾳ. δι’ οὔρων μὲν οὖν ἐκκαθαίρεται τά τε κυρτὰ μέρη τοῦ ἥπατος ὅσα τε ἀνωτέρω τοῦδε τέτακται μόρια 

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]