Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

σύμπαντα· δι’ ἕδρας δὲ τά τε σιμὰ τοῦ ἥπατος ἔντερά τε καὶ γαστὴρ καὶ σπλήν. ἔξωθεν δὲ τούτων ἐστὶν ὅσα σπανίως γίγνεται, οἷον διὰ γαστρὸς ἐκκαθαρθέντων τῶν κατὰ θώρακα καὶ πνεύμονα, καὶ δι’ οὔρων ἐνίοτε τῶν κάτω τοῦ διαφράγματος, ὧν ἀγνοοῦντες ἔνιοι τὰς αἰτίας, εἶτ’ οὐχ ἑωρακότες ἐπ’ ἀῤῥώστων αὐτὰ γιγνόμενα, τοῖς ἑωρακόσιν ἀπιστοῦσιν· (ὅτι ἀποστήματός ποτε ἐν πνεύμονι γενομένου, δυνατὸν τὸ πῦον διὰ νεφρῶν ἐκκαθαρθῆναι) ἀλλ’ ἡμεῖς γε καὶ πνεύμονος ἀπόστημα δι’ οὔρων ἐκκαθαρθὲν ἐθεασάμεθα, καὶ θώρακος, διά τε τῶν ἐντέρων καὶ τῆς ἕδρας. ἡ μὲν οὖν ἐκ τοῦ πνεύμονος εἰς τοὺς νεφροὺς φορὰ τὴν ἀρχὴν οὐδ’ ἀπορίαν ἔχει κατά γε τὴν ἀλήθειαν. ὥσπερ γὰρ ἀπὸ τῆς κοίλης φλεβὸς ἀποφύσεις εἰς τοὺς νεφροὺς ἐμβάλλουσιν, οὕτω καὶ τῆς μεγάλης ἀρτηρίας. ἐπεὶ δὲ Ἐρασίστρατος ἡγεῖται πνεύματος μόνου τὰς ἀρτηρίας ὑπάρχειν ἀγγεῖα, τοῖς πεπιστευκόσιν αὐτῷ τὸ ζήτημα, οὐχ ἡμῖν γίγνεται, τῆς λείας ἀρτηρίας τοῦ πνεύμονος, ὅσον εἰς ἑαυτὴν δέχηται πῦον ἐκ τοῦ ῥαγέντος ἀποστήματος, εἰς ἀριστερὰν κοιλίαν τῆς καρδίας κομίσαι δυναμένης,

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]