Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

εἶτ’ ἐντεῦθεν εἰς τὴν μεγάλην ἀρτηρίαν ἐμπεσόντος αὐτοῦ, διὰ τῶν νεφρῶν εἰς τὴν κύστιν ἐνεχθῆναι τὸ συνδοθέν· οὐ μὴν εἴωθεν οὕτω συμβαίνειν ὡς τὸ πολὺ, φθανούσης τῆς μεταλήψεως εἰς τὰς τραχείας ἀρτηρίας γίγνεσθαι. τοῦ μὲν οὖν σπανίως μὲν, ἀλλ’ ἕπεσθαί ποτε δι’ οὔρων κάθαρσιν, ἐν πνεύμονι πύου γεννηθέντος, ἡ αἰτία λέλεκται· τοῦ δὲ καὶ διὰ γαστρὸς ἕτερόν τι τῶν ἐξ ἀνατομῆς φαινομένων σπάνιον αἴτιον. ἡ γάρ τοι κοίλη φλὲψ εὑρίσκεταί ποτε διά τινος ἀγγείου μέσου συναπτομένη τῇ στελεχιαίᾳ καλουμένῃ· διὸ καὶ θαυμαστὸν οὐδὲν, οὐδ’ ἀδύνατον, οὔτ’ ἐκ τῶν ἄνω τοῦ διαφράγματος μερῶν εἰς τὴν γαστέρα ῥυῆναι τὸ πῦον οὔτ’ ἐκ τῶν κάτω διὰ τῶν νεφρῶν εἰς τὴν κύστιν ἀφικέσθαι· ταῖς γὰρ σπανίαις κατασκευαῖς τῶν σωμάτων εἰκός ἐστιν ἕπεσθαι σπάνια συμπτώματα.

Οὐδ’ ἐνταῦθα χρὴ διαφέρεσθαι, πότερον ὑστέραν ἢ μήτραν κλητέον ἐστὶ τὸ πρὸς τὴν κύησιν ὑπὸ τῆς φύσεως δοθὲν ταῖς γυναιξὶ μόριον, ὥσπερ οὐδ’ εἰ κατὰ τὸν πληθυντικὸν ὀνομαζόμενον ἀριθμὸν ὑστέρας ἢ μήτρας, ἢ κατὰ τὸν ἑνικὸν ἐθέλοι τις ὀνομάζειν ὑστέραν καὶ μήτραν.

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]