Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

φίλῳ προελομένῳ παρὰ τὸ πρόσθεν ἔθος ἀποσχέσθαι τελέως ἀφροδισίων εἰς ὄγκον ἐπεδίδω τὸ αἰδοῖον ἐμφυσώμενον, ὡς ἀναγκασθῆναι ἀνακοινώσασθαί μοι περὶ τοῦ συμπτώματος. ἔφη γὰρ θαυμάζειν, ὅπως τῶδε μὲν τῷ ἀθλητῇ ῥυσσὸν καὶ προσεσταλμένον ἐστὶ τὸ αἰδοῖον ἐκ τῆς εὐταξίας, ἑαυτῷ δ’ ἀφ’ οὗ τοῦτ’ ἐνεστήσατο, τοὐναντίον συμβαίνει. τότε μὲν οὖν αὐτῷ συνεβούλευσα τὸ ἠθροισμένον ἐκκρῖναι σπέρμα, τοῦ λοιποῦ δὲ καὶ θεαμάτων καὶ διηγήσεως καὶ μνήμης ἐπεγείρειν δυναμένης εἰς ἀφροδίσια παντάπασιν εἴργειν ἑαυτόν. ὅσοι δ’ εὐθὺς ἐξ ἀρχῆς ἢ ἀθλοῦντες ἢ φωνασκοῦντες ἄπειροι τῶν ἀφροδισίων διετέλεσαν, εἴρξαντες παντάπασιν ἑαυτοὺς ἁπάσης ἐννοίας τε καὶ φαντασίας τοιαύτης, ἰσχνὰ καὶ ῥυσσὰ τοῖς τῶν γερόντων ὁμοίως αὐτοῖς γίνεται τὰ αἰδοῖα. πρὸς γὰρ τοῖς ἄλλοις κᾀκεῖνο συμβαίνει τοῖς ἐν νέοτητι κατὰ τὸν πρῶτον χρόνον ἀφροδισίοις πολλοῖς χρησαμένοις, εὐρυνομένων τῶν ἐν τούτοις τοῖς τόποις ἀγγείων, εὔρουν τε γίγνεσθαι πρὸς αὐτὸ τὸ αἷμα καὶ τὴν ὀρεκτικὴν δύναμιν τῶν ἀφροδισίων αὐξάνεσθαι, κατὰ τὸν κοινὸν λόγον ἁπασῶν τῶν δυνάμεων,

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]