De Locis Affectis (On Affected Parts)
Kühn 1824
τῆς σαρκός. ταῦτα μὲν οὖν εἴρηταί μοι τῆς προκειμένης
ἴδια πραγματείας ὄντα, καὶ γέγονεν ἤδη δῆλον ὡς λογικὴ μόνον
ἐστὶν ἡ μικρὸν ἔμπροσθεν εἰρημένη ζήτησις, οὐδὲν ἡμᾶς
ὠφελοῦσα πρὸς τὰ τῆς τέχνης ἔργα. τὸ γάρ τοι χρήσιμον εἰς
ταῦτ’ ἐστὶ, γνῶναι τὸν πόρον ἐμπεφραγμένον ὑπὸ θρόμβου
τινὸς, εἰ οὕτως ἔτυχεν, ἢ λίθου· τὸ δ’ εἴτε πάθος εἶναι
λεκτέον τοῦ πόρου τὸ γεγονὸς, εἴτε αἴτιον ἰσχουρίας ἐν τῷ
πόρῳ περιέχεσθαι, τῶν ἀχρήστων εἰς τὴν τέχνην ἐστίν.
Ἀρχιγένης δ’ οὐκ οἶδ’ ὅπως ἐν τοῖς τοιούτοις σκέμμασι χρονίζει,
μετὰ καὶ τοῦ γράφειν ἀσαφῶς οὕτως ὑπὲρ αὐτῶν, ὡς
μηδένα νοῆσαι. πάλιν οὖν ἀναλαβόντες τὸν λόγον ἐπὶ τὰ
συνεχῆ προέλθωμεν, ὡς ἐκ τῶν προγεγενημένων τε καὶ τῶν
νῦν ὄντων συμπτωμάτων ἡ τῆς ἰσχουρίας αἰτία γνωρίζεται.
πληγεὶς γάρ τις ἰσχυρῶς κατὰ τὸ καλούμενον περίναιον, ἐπιγενομένης
τῇ πληγῇ φλεγμονῆς, οὔτε οὐρεῖν ἠδύνατο καὶ
προφανῶς ἡ κύστις αὐτῷ πεπληρωμένη κατὰ περιγραφὴν ἐτέτατο.
ἔπειτα τούτῳ καθετῆρα προσφέρειν οὐκ ἐδόκει, παροξυνθησομένης
ὑπ’ αὐτοῦ τῆς φλεγμονῆς, ἀλλὰ καταντλεῖν
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]