De Locis Affectis (On Affected Parts)
Kühn 1824
ἔνδον τε καὶ ὀπίσω χώρας αὐτοῦ. ταχέως ὁ ἄνθρωπος οὗτος
ἐθεραπεύθη, φαρμάκου τεθέντος ἐπὶ τῆς ἐκφύσεως τῶν νεύρων
κατὰ τὸ πρῶτόν τε καὶ δεύτερον μεσοπλεύριον· ὥσπερ
ἄλλοι τινὲς ἅμα ἄμφω τὰ σκέλη κατὰ βραχὺ παραλυόμενοι,
διὰ τῶν κατ’ ὀσφῦν ἐπιτεθέντων φαρμάκων ἐκείνῳ τῷ χωρίῳ,
καθ’ ὃ τὰ τῶν σκελῶν ἀποφύεται νεῦρα τοῦ νωτιαίου μυελοῦ,
μηδὲν ἡμῶν ἐπιτεθέντων αὐτοῖς τοῖς παραλελυμένοις σκέλεσι
φάρμακον· οὐδὲ γὰρ αὐτῶν ἴδιον ἦν τὸ πάθος, ἀλλὰ
τοῦ μυελοῦ. ἑτέρῳ δὲ μεγάλης ἐκπυήσεως γενομένης
ἔν τε τῷ κατὰ τὴν ἑτέραν τῶν πυγῶν χωρίῳ καὶ τοῖς πρώτοις
μέρεσι τοῦ κατ’ αὐτὸν σκέλους ἐγυμνώθη μὲν ἐν τῇ χειρουργίᾳ
τὰ τοῦ σκέλους ἐκείνου νεῦρα, θεραπευθέντος δὲ τοῦ
χωρίου, δυσκίνητον ἦν ὅλον τὸ κῶλον· ἐφ’ οὗ στοχασάμενος
τῆς γενομένης φλεγμονῆς ὑπολελεῖφθαί τι σκιῤῥῶδες ἔν τινι
τῶν νεύρων, ὡς πρὸς τοιαύτην διάθεσιν ἁρμοσάμενος, ἐπὶ
τοῦ πεπονθότος μόνου χωρίου ἐπιτιθεὶς ἐπιτήδεια φάρμακα
τελέως τὸν ἄνθρωπον ἐξιασάμην. ὥσπερ δὲ ἐπὶ τῶν κατὰ
τὸ πρόσωπον εἴρηται μερῶν, οὕτω κᾀπὶ τῶν ἄλλων ἁπάντων,
ὅτ’ ἂν ἀπόλλυται μία τίς ἐνέργεια, τὸν ποιητικὸν αὐτῆς μῦν
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]