Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

ἢ σκιῤῥου· καὶ γὰρ οὖν καὶ φαίνεταί γε σαφῶς, ἐνίοτε μὲν ὅμοιον ὠχρολεύκοις πόαις ὅλον τὸ σῶμα γιγνόμενον, ἐνίοτε δὲ μολίβδῳ παραπλήσιον ἔχον τὴν χρόαν, ἢ καὶ φαιοτέραν τῆσδε, καί τινας ἄλλας ἀῤῥήτους ἰδιότητας χρωμάτων, ἐπὶ κακοπραγίαις ἥπατος, ἄνευ τῶν παρὰ φύσιν ὄγκων· ὥσπέρ γε καὶ διὰ σπλῆνα τοιαῦται γίγνονται, πολλῷ μελάντεραι τῶν ἐφ’ ἥπατι, χαλεπαὶ μὲν ἑρμηνευθῆναι, γνωρισθῆναι δὲ ῥᾷσται τοῖς πολλάκις ἑωρακόσιν. Στησιανὸν γοῦν, ὁπότ’ ἐπὶ τῶν διαγνώσεων ἦν, οὐκ οἶδ’ ὅπως ἐδόκουν οἱ πλείους τῶν ἐπισκεπτομένων ἰατρῶν ἀπόστασιν ἔχειν ἐν ἥπατι· κᾀπειδὴ πλείονι χρόνῳ μηδὲν ἐπεδίδου πρὸς τὸ βέλτιον, ἐκάλεσεν κᾀμέ. θεασάμενος οὖν αὐτὸν ἅμα τῷ πρῶτον εἰσελθεῖν εἰς τὸν οἶκον, ἔνθα κατέκειτο, τοῦτο μὲν, ἔφην, ἤδη γίνωσκε, μηδὲν ἐν τῷ σπλάγχνῳ σοι κακὸν εἶναι, τὰ δ’ ἄλλα γυμνώσας τὸ ὑποχόνδριον εἴσομαι. καὶ ἦν τούτῳ τῶν ἐν τῷ βάθει μυῶν ἀπόστημα, καὶ συνείλεκτο πῦον ἤδη μεταξὺ τῶν τ’ ἐγκαρσίων καὶ 

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]