Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

τῶν κάτωθεν ἄνω φερομένων λοξῶν, οὓς μέσους ἴστε κειμένους τῶν τε τοῦ περιτοναίου ψαυόντων ἐγκαρσίων καὶ τῶν ἐπιπολῆς ἐπὶ τῷ δέρματι λοξῶν ἄνωθεν κάτω φερομένων. οὕτω δὲ καὶ ἄλλους πολλοὺς ἴστε με σημειωσάμενον, ὡς ἐκ τῆς χροιᾶς ἀποφήνασθαι, ποτὲ μὲν ἧπαρ εἶναι τὸ πάσχον αὐτοῖς, ποτὲ δὲ σπλῆνα, μήτε τῶν προγεγονότων ἀκηκοότα τι μήτε διὰ τῆς ἁφῆς γνωρίσαντα τὸ πάθημα τῶν σπλάγχνων· διὸ καὶ πολλάκις ἀκούετέ μου καταρωμένου τοῖς πρώτοις τολμήσασιν ἑαυτοὺς προστάτας μὲν ἰατρικῆς θεωρίας ἀποφῆναι, θεραπεύειν δὲ τοὺς νοσοῦντας οὐ βουληθέντας. οἱ πλεῖστοι δὲ τούτων ἐμπειρικοί τε καὶ μεθοδικοὶ γεγόνασιν, οἷς ἄν τις λέγῃ δυνατὸν εἶναι, διὰ μόνης τῆς χρόας ἐνίοτε διαγνῶναι τὸν πεπονθότα τόπον, ἀνοίξαντες τὸ στόμα, τὴν ἀναίσχυντον αὐτῶν γλῶτταν, ὥσπέρ τινα κύνα λυττῶντα, τοῖς διαλεγομένοις ἀφιᾶσιν. ἀλλ’ οὐ πρὸς ἐκείνους ὁ νῦν ἐνεστηκὼς λόγος, ὡς ἤδη καιρὸς ἐφ’ ἕτερον ἰέναι γένος συμπτωμάτων, ἐνδεικνύμενον ἥπατος ἀτονίαν αὐτὴν καθ’ ἑαυτὴν μόνην ἄνευ φλεγμονῆς, ὥσπέρ γε καὶ μικρὸν ἔμπροσθεν ὁ περὶ τῆς φλεγμονῆς αὐτοῦ λόγος ἐλέχθη μόνος, ἄνευ τῆς κατὰ τὴν

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]