Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

οἰκείαν δύναμιν ἀῤῥωστίας. ἐπεὶ τοίνυν ἔργον ἥπατος ἴσμεν αἵματος γένεσιν, ἥτις ἂν αἰτία τοῦτο ποιεῖν πέφυκεν, δύναμιν ἥπατος αὐτὴν ἐροῦμεν ὑπάρχειν ἰδίαν· πρόσκειται δὲ τῷ λόγῳ τὸ ἰδίαν, διὰ τὰς κοινὰς ἁπάντων τῶν ἐν ἡμῖν μορίων, ἃς ἐν τῇ περὶ τῶν φυσικῶν δυνάμεων πραγματείᾳ διῆλθον, ἑλκτικήν τε λέγω καὶ καθεκτικὴν καὶ ἀποκριτικήν· ἡ γὰρ τετάρτη ἡ κατὰ τὸ γένος ἀλλοιωτικὴ κατ’ εἶδός ἐστιν ἡ αἱματοποιητική. πασῶν δὲ τῶν δυνάμεων τὰς οὐσίας ἐν ταῖς τῶν μορίων οἰκείαις κράσεσιν ἐμάθετε ὑπάρχειν· συμβήσεται τοιγαροῦν καὶ κατὰ τὸ ἧπαρ, ὅταν εἴς τινα τῶν ὀκτὼ δυσκρασιῶν ἀφίκηται, βλάπτεσθαι τὰς δυνάμεις αὐτοῦ βλάβας οἰκείας τῇ δυσκρασίᾳ, περὶ ὧν εἴρηται μὲν ὁ κοινὸς λόγος ἐν τῷ τρίτῳ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων, ὁ δ’ ἴδιος ἑκάστου μορίου κατ’ εἶδος, ἀνάλογον τῷ κοινῷ. κατὰ γοῦν τὸ ἧπαρ αἱ μὲν θερμαὶ δυσκρασίαι κατοπτῶσιν καὶ συγκαίουσιν τούς τε προϋπάρχοντας ἐν αὐτῷ χυμοὺς καὶ τοὺς διὰ τῶν ἐν μεσεντερίῳ φλεβῶν ἀναφερομένους· αἱ δὲ ψυχραὶ παχὺν μὲν καὶ δύσρουν καὶ δυσκίνητον ἐργάζονται τὸν ἤδη

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]