De Locis Affectis (On Affected Parts)
Kühn 1824
περιεχόμενον ἐν αὐτῷ, φλεγματικὸν δὲ καὶ ὠμὸν καὶ ἡμίπεπτον
τὸ ἀναφερόμενον· οὕτως δὲ καὶ τῶν ἄλλων δυοῖν
ἡ μὲν ξηρὰ δυσκρασία ξηροτέρους καὶ παχυτέρους ἐργάζεται
τοὺς χυμοὺς, ἡ δ’ ὑγρὰ λεπτομερεστέρους καὶ ὑδαρεστέρους.
ὅτ’ ἂν οὖν ποτ’ ἴδητε διαχωρήματα, οἷον νεοσφαγῶν κρεῶν
πλύμασιν ἐοικότα, βεβαιότατον γνώρισμα τοῦθ’ ὑμῖν ἔστω
πάθους ἡπατικοῦ. καλεῖται δ’ ἐξαιρέτως ἡπατικὰ τὰ διὰ τὴν
ἀῤῥωστίαν αὐτοῦ τῆς δυνάμεως· τῆς γάρτοι τοῦ ἥπατος οὐσίας
ἐστὶ ταῦτ’ ἴδια παθήματα· μεμαθήκατε δ’ ὡς ἑκάστου
τῶν πρώτων σωμάτων ἡ οὐσία κατὰ τὴν κρᾶσίν ἐστι τῶν
τεττάρων ποιοτήτων. ὁμοίως δὲ ἂν οἷον αἵματος τρύγα
θεάσησθε δι’ ἕδρας ἐκκριθεῖσαν, ἡπατικὸν ἴστε καὶ τοῦτ’ εἶναι
γνώρισμα. τὸ μὲν οὖν λεπτὸν καὶ ἰχωροειδὲς ἀῤῥωστοῦντος
ἐξαιματοῦν ἐστι τοῦ σπλάγχνου γνώρισμα· τὸ δ’ οἷον
τρὺξ ὑπεροπτῶντος τὸ αἷμα. καὶ μὲν καὶ τοῦτο πολλάκις
ἑωρακότες μέμνησθε, κατ’ ἀρχὰς μὲν ἰχῶρας αἱματώδεις ἐκκρινομένους,
ἐπὶ προήκοντι δὲ τῷ χρόνῳ τὸ παχὺ καὶ μελαγχολικὸν
αἷμα, τὰ τελευταῖα δὲ καὶ μέλαιναν ἀκριβῶς χολήν·
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]