Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

ταῦτα μὲν οὖν ἴδια συμπτώματα τῶν ἡπατικῶν ἐστιν· ὀνομάζεσθαι δ’ οὕτως ἔφην ἐκείνους, οἷς ἄῤῥωστος ἡ τοῦ σπλάγχνου δύναμίς ἐστιν, ἐφ’ ὧν οἱ πλείους τῶν ἰατρῶν ἐξαπατώμενοι δυσεντερίαν εἶναι νομίζουσι τὸ πάθος· ἕτερα δ’ ἐστὶν, ὡς εἴρηται, τὰ τῆς φλεγμονῆς συμπτώματα. καί ποτε συνελθόντων ἀμφοτέρων τῶν παθῶν, ἑκάτερα φαίνεται, καὶ χρὴ πρόχειρον αὐτῶν ἔχειν τὴν μνήμην· οὕτως γὰρ οὐ μόνον ἐπαινεῖσθαι πρὸς τῶν χρωμένων ἡμῖν, ἀλλὰ καὶ θαυμάζεσθαι γενήσεται, προσεπιθεωροῦσι καὶ τὰ κοινὰ πρὸς ἕτερα πάθη, καθάπερ τὸ διήκειν εἰς νόθας πλευρὰς τὸ ἄλγημα, καὶ συγκατεσπάσθαι δοκεῖν τὴν κλεῖν, ἀναπνεῖν τε μικρὸν καὶ πυκνόν. ἐγὼ γοῦν, ὁπότε πρῶτον εἰς Ῥώμην ἀνῆλθον, ὑπὸ Γλαύκωνος τοῦ φιλοσόφου μεγάλως ἐθαυμάσθην ἐπὶ τοιᾷδέ τινι διαγνώσει. συντυχὼν γάρ μοι καθ’ ὁδὸν ἔφασκεν ἐν καιρῷ φανῆναι· καὶ οὕτως ἐμβαλὼν τῇ χειρὶ τὴν χεῖρα, πλησίον, ἔφη, τοῦ κάμνοντός ἐσμεν, ὃν ἥκω τε θεασάμενος ἄρτι καὶ παρακαλῶ μετ’ ἐμοῦ παραγενέσθαι σὲ πρὸς αὐτόν· ἔστι δὲ ὁ ἀπὸ τῆς Σικελίας ἰατρὸς, ὃν πρὸ ἡμερῶν ὀλίγων ἐθεάσω 

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]