Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

περιπατοῦντα σὺν ἐμοί· τί δὲ καὶ τὸ λυποῦν, ἔφην, αὐτόν ἐστιν; ὁ δὲ καὶ μάλα παρατεταγμένος ὡμολόγησεν ἐκ φανερωτάτου, καὶ γὰρ ἦν οἷος μηδὲ κρυψίνους εἶναι, μηδὲ πανοῦργος· ἐπεί μοί, φησιν, ἀπήγγειλαν χθὲς οἱ περὶ Γοργίαν καὶ Ἀπελὰν διαγνώσεις τε καὶ προγνώσεις πεποιῆσθαί σε μαντικῆς μᾶλλον ἢ ἰατρικῆς ἐχομένας, ἐπιθυμῶ πεῖραν αὐτὸς σχεῖν, οὐ σοῦ τοσοῦτον, ὅσον τοῦ κατ’ ἰατρικὴν τέχνην, εἰ καὶ τοιαῦτα διαγινώσκειν τε καὶ προγινώσκειν δύναται. ταῦτά τε οὖν ἔλεγεν καὶ ἦμεν ἐπὶ τῇ θύρᾳ τοῦ κάμνοντος, ὡς μηδ’ ἀμείψασθαί με τῷ λόγῳ δυνηθῆναι τὴν πρόκλησιν αὐτοῦ, μηδ’ εἰπεῖν ἅπερ ἴστε λέγοντά με πολλάκις, ὡς ἐνίοτε μὲν ἡμῖν εὐτυχῶς φαίνεταί τινα τῶν βεβαίων σημείων, ἐνίοτε δ’ ἀμφίβολα πάντ’ ἐστὶ, καὶ διὰ τοῦτο δευτέραν καὶ τρίτην ἐπίσκεψιν ἀναμένομεν. ἀλλά τοι μετὰ τὴν πρώτην εἴσοδον ἀπήντησέ τις ἡμῖν λεκάνην ἐκ τοῦ κοιτῶνος ἐκκομίζων εἰς τὸν κοπρῶνα, ἔχουσαν οἷον κρεῶν νεοσφαγῶν πλύμα, λεπτὸν αἵματος ἰχῶρα, βεβαιότατον σημεῖον ἥπατος πάσχοντος. ὡς οὖν μηδ’ ὅλως ἑωρακὼς αὐτὸ εἰσῆλθον ἅμα τῷ Γλαύκωνι

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]