Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

πρὸς τὸν ἰατρὸν, ἐπέβαλόν τε τὴν χεῖρα τῷ καρπῷ, βουλόμενος γνῶναι, πότερον καὶ φλεγμονή τις εἴη κατὰ τὸ σπλάγχνον, ἢ μόνον ἀτονία. ἰατρὸς δ’ ὢν, ὡς ἔφην, ὁ κατακείμενος, ἀρτίως ἔφη κατακεκλίσθαι μετὰ τὸ διαχωρῆσαι, ὥστε προσλογίζου τι τῇ πυκνότητι τῶν σφυγμῶν καὶ διὰ τὴν ἐξανάστασιν προσγεγονέναι. ὁ μὲν οὖν ταῦτ’ ἔλεγεν, ἐγὼ δ’ εὗρον φλεγμονῆς ἔμφασιν· εἶτα καὶ θεασάμενος ἐπικείμενον τῇ θυρίδι χυτρίδιον μικρὸν, ὕσσωπον ἔχον ἐν μελικράτῳ παρεσκευασμένον, ἐλογισάμην οἴεσθαι τὸν ἰατρὸν ἑαυτὸν εἶναι πλευριτικὸν, ἀλγήματος αὐτῷ κατὰ τὰς νόθας πλευρὰς ὑπάρχοντος, ὃ κᾀν ταῖς κατὰ τὸ ἧπαρ φλεγμοναῖς ἐπιγίγνεταί ποτε· τούτου τοίνυν αἰσθανόμενον αὐτὸν, ἀναπνέοντά τε πυκνὸν καὶ μικρὸν, ἐρεθιζόμενόν τε βηχίοις μικροῖς, ἐνενόησα νομίζειν ἑαυτὸν εἶναι πλευριτικὸν, καὶ διὰ τοῦτο παρεσκευακέναι τὸ ὕσσωπον ἐν τῷ μελικράτῳ. παρέχουσαν οὖν μοι καὶ τὴν τύχην ὁδὸν, ὡς εὐδοκιμῆσαι παρὰ τῷ Γλαύκωνι, συνιδὼν, ἐπήνεγκα τὴν ἑαυτοῦ χεῖρα κατὰ τῶν τοῦ κάμνοντος ἐν τῷ δεξιῷ μέρει νόθων πλευρῶν, καὶ δεικνὺς ἅμα τὸν τόπον, ἔφην ἀλγεῖν αὐτὸν ἐνταῦθα· τοῦ δ’ ὁμολογήσαντος,

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]