Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

μετὰ τοῦ Γλαύκωνος. αἰσθανόμενος οὖν ἐγὼ τῆς κατὰ τὸν καιρὸν ἐκεῖνον εὐτυχίας, ἐτόλμων μὲν εἰπεῖν τι καὶ περὶ τῆς κλειδὸς, ὡς κατασπωμένης· εἰδὼς δὲ ταῖς μεγάλαις αὐτοῦ φλεγμοναῖς ἑπόμενον, ὥσπερ οὖν καὶ τοῖς σκίῤῥοις, οὐκ ἐθάῤῥουν εἰπεῖν, εὐλαβούμενος ἀποθραῦσαί τι τῶν ἔμπροσθεν ἐπαίνων. ἐπῆλθεν οὖν μοι μετ’ ἀσφαλείας ἀποφήνασθαι, καὶ προσβλέψας τῷ κάμνοντι, τῆς κλειδὸς, ἔφην, ὑποκατασπωμένης αἰσθήσῃ διὰ ταχέος, εἰ μὴ τυγχάνει σοι γεγονὸς ἤδη που τοῦτο. συνομολογήσαντος δ’ αὐτοῦ, θεασάμενος ἐγὼ τὸν κάμνοντα θαυμαστῶς ἐκπεπληγότα, μίαν, εἶπον, ἔτι προσθήσω τοῖς εἰρημένοις μαντείαν· ἐρῶ γὰρ καὶ τὴν τοῦ κάμνοντος ὑπόληψιν, ἣν ἔχει περὶ ὧν πάσχει παθημάτων. ὁ μὲν οὖν Γλαύκων οὐκ ἀπελπίζειν οὐδὲ ταύτης ἔφη τῆς μαντείας, αὐτὸς δ’ ὁ νοσῶν ἐπὶ τῷ παραδόξῳ τῆς ὑποσχέσεως ἐκπεπληγὼς ἐνέβλεπέν μοι δριμὺ, προσέχων τὸν νοῦν τῷ ῥηθησομένῳ. καὶ δὴ καὶ φάντος μου, πλευρῖτιν αὐτὸν οἴεσθαι τὴν ἐνοχλοῦσαν εἶναι νόσον, ὁ μὲν ἐμαρτύρησεν θαυμάζων, οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ παρεστὼς αὐτῷ, καὶ ὁ

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]