Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

οὐδὲν ἄλλο μόριον ἔχει, σῶμα γάρ ἐστι νευρῶδες τὴν ἰδέαν, συριγγῶδες ὅλον, χωρὶς τῆς καλουμένης βαλάνου, τί ἂν ἄλλο τις ἐννοῆσαι δύναιτο παρὰ τὸ πληρούμενον ἀτμώδους πνεύματος ἐκ τῶν ἀρτηριῶν ἐπιῤῥέοντος τὸν ἐν ταῖς ἐντάσεσιν ὄγκον ἴσχειν, καὶ διὰ τοῦτο τὴν βάλανον ἶσον ἀεὶ τὸ μέγεθος ἔχειν, ὅτι τὸ συριγγῶδες αὐτῇ νεῦρον οὐκ ἐνυπάρχει; τίς οὖν αἰτία τοῦ κατὰ τὰς ἀφροδισίας ὁρμὰς ἐντείνεσθαι τὸ αἰδοῖον; ἢ τίς καὶ κοιμωμένοις, ὅταν ὕπτιοι κατακείμενοι θερμανθῶσι τὴν ὀσφῦν; εὑρεθείσης γὰρ αὐτῆς, ἐλπίς ἐστι καὶ τὴν τοῦ πριαπισμοῦ διάθεσιν εὑρήσειν ἡμᾶς. ὅτι μὲν γὰρ ἤτοι ἐκ τῶν ἀρτηριῶν, ἢ ἐκ τοῦ συριγγώδους νεύρου, τὴν ἀρχηγὸν αἰτίαν, ἢ καὶ συναμφοτέρου μεταβολήν τινα σχόντος ἐκ τῆς ἔμπροσθεν καταστάσεως, ἀναγκαῖόν ἐστι γίγνεσθαι τὴν πλήρωσιν, ἄντικρυς δῆλον· ἐξ ὁποτέρου δ’ αὐτῶν μᾶλλον, ἢ εἰ καὶ ἐξ ἀμφοτέρων, ἐφεξῆς σκοπῶμεν, ἀρχὴν τῷ λόγῳ τήνδε θέμενοι. τὰ μόρια τοῦ σώματος ἡ διαπλάσασά τε καὶ τελειώσασα φύσις εἰργάσατο χωρὶς διδασκαλίας ἐπὶ τὴν οἰκείαν ἐνέργειαν ἔρχεσθαι· καὶ βάσανόν γε τούτου μεγίστην ἐποιησάμην ποτὲ θρέψας ἔριφον,

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]