Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

ἄνευ τοῦ θεάσασθαί ποτε τὴν κυήσασαν. αἶγας γὰρ ἐγκύμονας ἀνατεμὼν ἕνεκα τῶν ἐζητημένων θεωρημάτων τοῖς ἀνατομικοῖς ἀνδράσι περὶ τῆς κατὰ τὸ κυούμενον οἰκονομίας, εὑρών ποτε γενναῖον τὸ ἔμβρυον, ἀπέλυσα μὲν τῆς μήτρας, ὥσπερ εἰώθαμεν· ἁρπάσας δὲ πρὶν θεάσασθαι τὴν κυήσασαν, εἰς οἶκον μέν τινα κομίσας κατέθηκα, πολλὰ μὲν ἔχοντα λεκάνια, τὸ μὲν οἴνου, τὸ δὲ ἐλαίου, τὸ δὲ μέλιτος, τὸ δὲ γάλακτος, ἢ ἄλλου τινὸς ὑγροῦ πλῆρες, οὐκ ὀλίγα δ’ ἄλλα τῶν δημητρίων καρπῶν, ὥσπέρ γε καὶ τῶν ἀκροδρύων· ἐθεασάμεθα δὲ τὸ ἔμβρυον ἐκεῖνο πρῶτον μὲν βαδίζον τοῖς ποσὶν, ὥσπερ ἀκηκοὸς ἕνεκα βαδίσεως ἔχειν τὰ σκέλη· δεύτερον δ’ ἀποσειόμενον τὴν ἐκ τῆς μήτρας ὑγρότητα· καὶ τρίτον ἐπὶ τούτῳ κνησάμενον ἑνὶ τῶν ποδῶν τὴν πλευράν· εἶτ’ ὀσμώμενον εἴδομεν αὐτὸ τῶν κειμένων κατὰ τὸν οἶκον ἑκάστου· ὡς δὲ πάντων ὠσμᾶτο, τοῦ γάλακτος ἀπεῤῥόφησεν, ἐν ᾧ καὶ ἀνεκεκράγαμεν ἅπαντες, ἐναργῶς ὁρῶντες ὅπερ Ἱπποκράτης ἔφη· φύσιες ζώων ἀδίδακτοι. καὶ τοίνυν καὶ ἀνεθρέψαμεν ἐκεῖνο τὸ ἐρίφιον, εἴδομέν τε προσφερόμενον ὕστερον οὐ τὸ

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]