Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

γάλα μόνον, ἀλλὰ καὶ ἄλλα τινὰ τῶν κειμένων. ὄντος δὲ τοῦ καιροῦ, καθ’ ὃν ἐξῃρέθη τῆς μητρὸς ὁ ἔριφος, ἐγγὺς τῆς ἠρινῆς ἰσημερίας, μετὰ δύο που μῆνας εἰσεκομισάμην αὐτῷ μαλακοὺς ἀκρέμονας θάμνων τε καὶ φυτῶν, ὧν πάλιν καὶ αὐτῶν ὀσμησάμενος ἁπάντων ἐνίων μὲν εὐθέως ἀπέστη, τινῶν δὲ ἠξίωσε γεύσασθαι, καὶ γευσάμενος ἐπὶ τὴν ἐδωδὴν ἐτράπετο τῶν καὶ ταῖς μεγάλαις αἰξὶ συνηθῶν ἐδεσμάτων. ἀλλὰ τοῦτο μὲν ἴσως μικρὸν, ἐκεῖνο δὲ μέγα· τὰ γὰρ φύλλα καὶ τοὺς μαλακοὺς ἀκρέμονας ἀποφαγὼν κατέπιεν, εἶτ’ ὀλίγον ὕστερον ἐπὶ τὸ μηρυκάζειν ἧκεν, ὃ πάλιν οἱ θεασάμενοι πάντες ἀνεβόησαν, ἐκπλαγέντες ἐπὶ ταῖς φυσικαῖς τῶν ζώων δυνάμεσι· μέγα μὲν γὰρ ἦν καὶ τὸ πεινῆσαν διά τε τοῦ στόματος καὶ τῶν ὀδόντων προσφέρεσθαι τὴν ἐδωδὴν, ἀλλ’ ὅτι τὸ καταποθὲν εἰς τὴν γαστέρα, πρῶτον μὲν ἀναφέρειν εἰς τὸ στόμα προσῆκεν, ἔπειτα λεαίνειν ἐν αὐτῷ μασσώμενον ἐν χρόνῳ πολλῷ, καὶ μετὰ ταῦτα καταπίνειν μηκέτι εἰς τὴν αὐτὴν κοιλίαν, ἀλλ’ εἰς ἑτέραν, ἱκανῶς ἡμῖν ἐφαίνετο θαυμάσιον εἶναι. παρορῶσι δ’ οἱ πολλοὶ τὰ τοιαῦτα τῆς φύσεως ἔργα, μόνα τὰ ξένα θεάματα θαυμάζοντες.

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]