Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

ἐπεί τοι πῶς οὐ θαυμαστὸν τὸ τοὺς μὲν ἀνατομικωτάτους τῶν ἰατρῶν ζητεῖν, ὑπὸ τίνος μὲν μυὸς ἐκτείνεται τόδε τὸ ἄρθρον, οἷον φέρε τὸ κατ’ ἰσχίον, ὑπὸ τίνος δὲ κάμπτεται, τίνες δ’ εἰσὶν οἱ ἐφ’ ἑκάτερα πρὸς τὸ πλάγιον ἀπάγοντες αὐτὸ, καὶ τίνες οἱ περιστρέφοντες ἑκατέρωσε· τὸ δ’ ἐρίφιον ἣν ἂν ἐθελήσῃ κίνησιν ἑκάστης διαρθρώσεως εὐθέως ἐργάζεσθαι, καθάπερ γε καὶ τοὺς ἀνθρώπους αὐτοὺς, καίτοι γ’ ἀγνοοῦντας ὑπὸ τίνος μυὸς ἑκάστη γίνεται κίνησις; ἐπὶ γοῦν τῆς κατὰ τὴν γλῶτταν κινήσεως, ἵν’ ὡς ἐν παραδείγματι ταύτης μνημονεύσω, πῶς οὐκ ἄν τις θαυμάσειεν τοὺς μὲν ἀνατομικοὺς διαφωνοῦντας ἀλλήλοις εὑρὼν οὐ μόνον περὶ τὸν ἀριθμὸν τῶν μυῶν, ἀλλὰ καὶ περὶ τὰς ἐνεργείας αὐτῶν, τὴν δὲ φύσιν εὑρὼν τὰ παιδία δεδιδαχυῖαν, ὅπως μὲν μιμήσηται τήνδε τὴν φωνὴν, ἤ τινα τῶν ἄλλων, ὅπως δὲ τὴν γλῶτταν κινήσηται, καὶ διὰ τίνων μυῶν ἐργάσηται τὴν αὐτὴν φωνήν; οὕτω δὲ καὶ περὶ πάσης τῆς ἄλλων φωνῆς τε καὶ ἀναπνοῆς, καὶ συνελόντι φάναι τῶν προαιρετικῶν ἐνεργειῶν θαυμάσειεν ἄν τις τὸ τῶν ὀργάνων αὐτοδίδακτον. οὐ μικρᾶς οὖν οὐδὲ

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]