Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

καὶ τὰ παρόντα συμπτώματα γνοὺς ἀκριβῶς τις, ἐπί τε τὴν διὰ τῆς θεραπευτικῆς μεθόδου πεῖραν ἀφικόμενος, εὑρήσει τὸ πεπονθὸς ἅμα τῇ διαθέσει. καὶ πλεῖστον τοῦτ’ ἔστιν ἐπὶ τῶν ἐν τῷ βάθει τοῦ σώματος τεταγμένων μορίων, ὡς ὀλίγον ἔμπροσθεν ἐπὶ τὴν αἴσθησιν ἢ κίνησιν ἀπολλύντων ἐδείξαμεν. ἴσως μὲν οὐδὲν χεῖρον ἔτι παραγράψαι τινὰ τῶν γεγονότων, ὁποῖα καὶ ταῦτ’ ἐστίν. παιδίον ὡς ἐτῶν ἓξ ἀκουσίως ἀποπατεῖν ἤρξατο, παραλυθέντος ἐξαίφνης αὐτῷ τοῦ κατὰ τὴν ἕδραν μυός· ἐγένετο δὲ καὶ γέροντί ποτε τοιοῦτον σύμπτωμα· καί τινι πάλιν ἑτέρῳ παιδίῳ περὶ τεσσαρεσκαιδεκάτην ἡλικίαν ἀκούσιος ἔκκρισις ἐγένετο διαχωρημάτων, ἅμα τοῖς κατὰ τὴν κύστιν ἀλγήμασι, καὶ ἄλλῳ μετὰ τῆς τῶν οὔρων ἐπισχέσεως· ἄλλῳ δὲ πάλιν ἀκουσίως ἐξεκρίνετο τὰ οὖρα, καὶ ἄλλῳ καὶ ταῦτα καὶ τὰ διαχωρήματα. χρὴ τοίνυν ἐπὶ τῶν τοιούτων ἁπάντων πυνθάνεσθαι τὰ προγεγονότα· τοὐπίπαν γὰρ ἤτοι ψύξις τις ἢ πληγὴ κατὰ ῥάχιν αὐτῶν ἡγεῖται· ἡ μὲν ψύξις, ἕνα μόνον τὸν πεπονθότα βλάπτουσα μῦν, ἡ πληγὴ δὲ 

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]