De Differentiis Pulsuum (Differences of Pulses)
Kühn 1824
ἡ τῶν λόγων ἑτερότης, ἁπάντων μὲν τῶν μορίων ἐν ἴσῳ
χρόνῳ κινηθέντων, οὐ μὴν καὶ ἡσυχασάντων ἐν ἴσῳ χρόνῳ.
τοσαῦται μὲν ἀνωμαλίας αἱ διαφοραὶ, τῆς καθ’ ἕνα σφυγμὸν
ἀμφοῖν τοῖν γενοῖν, ὅταν ἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας
ἄρξηται διαστέλλεσθαι· ὅταν δὲ τὸ μὲν πρότερον αὐτῶν,
τὸ δὲ δεύτερον ἄρξηται τοῦ διαστέλλεσθαι, παυσαμένων μὲν
ἁπάντων ἅμα, καὶ αὖθις τῆς δευτέρας διαστολῆς ἀρξαμένων
ἅμα, κατὰ θάτερον γένος τὸ τοῦ ῥυθμοῦ μόνον, τὴν ἀνωμαλίαν
ἀνάγκη γίνεσθαι. τὰ μὲν γὰρ διαλείμματα τῶν κινήσεων
ἴσα πᾶσιν ἔσται τοῖς μορίοις, ὥστε οὐδεμία κατά γε
τοῦτο τὸ γένος ἀνωμαλία συστήσεται. ἴσῳ δὲ ὄντι τῷ
χρόνῳ τῷ τῆς ἡσυχίας ἐν ἅπασι τοῖς μορίοις ἄνισος παραβαλλόμενος,
ὁ τῆς καθ’ ἕκαστον αὐτῶν κινήσεως ἐν διαφέρουσι
λόγοις τὸν ἑκάστου μορίου ῥυθμὸν ἀποτελέσει. εἰ δὲ
κατὰ τὸν αὐτὸν τρόπον ἄρξαιτο τῆς δευτέρας διαστολῆς ἡ
ἀρτηρία, καθ’ ὃν καὶ τῆς προτέρας, ὥστε καθ’ ἑκατέραν
τῶν διαστολῶν ταὐτὸ μόριον ἄρχεσθαι πρωϊαίτερον ἑτέρου
τῷ ἴσῳ, καὶ τοῦτ’ ἐν ἅπασι τοῖς μορίοις φυλάττοιτο,
παυσαμένων αὐτῶν ἅμα τῆς προτέρας διαστολῆς,
Work
Title: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 493-765
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_072.xml [564 Kb]