Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

ἴσως ἀρκέσει αὐτῷ λέγειν παρὰ τοῖς ναύταις, καὶ τοῖς ἐμπόροις, καὶ τοῖς καπήλοις, καὶ τοῖς βαλανεῦσιν. ἀεὶ γὰρ ἐπὶ τούτους καταφεύγουσι μάρτυρας, ὅταν ὑπὲρ ὀνόματος ἡ ζήτησις ᾖ.

Τάχα τις ἐρεῖ πρὸς ἡμᾶς· σὺ δ’ ὦ τᾶν οὕτως ἄρα τὴν τῶν Ἑλλήνων συνήθειαν ὑπερτετίμηκας, ὥστε μηδ’ ἐπιτρέπειν μηδενὶ μηδὲ τοὐλάχιστον αὐτῆς παρακόπτειν; οὐ μὲν οὖν, φήσω, μὰ τὸν Ἡρακλέα καὶ πάντας θεούς· ἀλλ’ εἰ καὶ βέκος ἐθέλοις τὸν ἄρτον καλεῖν, ὥσπερ οἱ Φρύγες, οὐδὲν ἡμῖν διαφέρει· μόνον δίδαξόν με πρῶτόν σου τὴν διάλεκτον, ἵν’ ἕπωμαι, καὶ μὴ λέγε, καλεῖται. πάντως γὰρ ἐρήσομαί σε, παρὰ τίσιν; οὐ γὰρ δή γε παρὰ τοῖς Ἕλλησιν. ἀλλά πώς φασι, καλείσθω. καὶ εἰ τοῦτό που λέξαντος ἔτι γρύζων εὑρεθείην, ἐμαυτῷ θανάτου τιμῶμαι. νυνὶ δ’ ἐπὶ μὲν τινῶν, καλεῖται, λέγεις, καταψευδόμενος τῆς συνηθείας τῶν Ἑλλήνων, ἐπὶ δὲ τινῶν οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ, ἔσθ’ ὅτε, καθάπερ ἐπὶ τῆς πληρότητος. τί γὰρ φὴς τοῦτ’, ἔσθ’ ὅτε πληρότης καλεῖται; ἀλλὰ περὶ μὲν δὴ τῆς πληρότητος

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]